Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 16

 
ποῖ ποτε οἴχονταί σου καὶ πεπτώκασιν ἐκ τῆς ψυχῆς αἱ φρένες; ποῖ δὲ καὶ ὁ περιττὸς ἐκεῖνος νοῦς, ᾧ πολλὰ καὶ μεγάλα κατώρθους; τίς δὲ ἡ τῶν φίλων καὶ συγγενῶν ἐρημία;
 
κρίνω δὲ οὐδὲ παρόντας αὐτοὺς συγγενεῖς εἶναι ἢ φίλους, οἳ περιορῶσι τοιοῦτο μῦσος ἐπὶ τῇ μακαριζομένῃ ποτὲ βασιλείᾳ. σὺ δʼ οὐ σκέψει τί τὸ πραττόμενόν ἐστιν;
 
δύο νεανίσκους ἐκ βασιλίδος γυναικὸς γενομένους εἰς πᾶσαν ἀρετὴν ἄκρους ἀναιρήσεις σεαυτὸν ἐν γήρᾳ καταλιπὼν ἐφʼ ἑνὶ παιδὶ κακῶς οἰκονομήσαντι τὴν εἰς αὐτὸν ἐλπίδα καὶ συγγενέσιν, ὧν αὐτὸς τοσαυτάκις ἤδη κατέγνωκας θάνατον;
 
οὐκ ἐννοεῖς, ὅτι καὶ τῶν ὄχλων ἡ σιωπὴ τὴν αμογίαν ὅμως ὁρᾷ καὶ μισεῖ τὸ πάθος, ἥ τε στρατιὰ πᾶσα καὶ ταύτης οἱ πρωτεύοντες ἔλεον μὲν τῶν ἀτυχούντων, μῖσος δὲ τῶν ταῦτα διαπραττομένων ἐσχήκασιν;
 
ἤκουεν τούτων ὁ βασιλεὺς ἐν ἀρχῇ μὲν οὐ παντάπασιν ἀγνωμόνως, ἀλλὰ τί δεῖ καὶ λέγειν, διεκίνησεν αὐτὸν ἁψαμένου τοῦ Τίρωνος ἐναργῶς τοῦ τε πάθους καὶ τῆς περὶ τοὺς οἰκείους ἀπιστίας.
 
αὖθις δὲ ὁ μὲν ἐπεδίδου κατὰ μικρὸν ἀμέτρῳ καὶ στρατιωτικῇ χρώμενος παρρησίᾳ· τὸ γὰρ ἀπαίδευτον ὑπεξέπιπτε τοῦ καιροῦ, ταραχῆς δὲ Ἡρώδης ἐνεπίμπλατο,
 
καὶ μᾶλλον ὀνειδίζεσθαι δοκῶν ἢ πρὸς τὸ συμφέρον ἀκούειν τῶν λόγων, ἐπειδὴ καὶ τοὺς διακειμένους στρατιώτας καὶ τοὺς ἀγανακτοῦντας ἡγεμόνας ἐπύθετο, προστάττει τῷ τε ὀνόματι δηλωθέντων ἁπάντων καὶ τὸν Τίρωνα δήσαντας ἔχειν ἐν φυλακῇ.
 
Τούτου γενηθέντος ἐπιτίθεται τῷ καιρῷ καὶ Τρύφων τις κουρεὺς τοῦ βασιλέως, ὃς ἔφη προσελθὼν ὡς πείθοι πολλάκις αὐτὸν ὁ Τίρων, ὁπόταν θεραπεύῃ βασιλέως ξυρῷ τὸν λαιμὸν ἀποτέμνειν· ἔσεσθαι γὰρ ἐν πρώτοις περὶ Ἀλέξανδρον καὶ μεγάλας λήψεσθαι δωρεάς.
 
ταῦτʼ εἰπόντα συλλαμβάνειν κελεύει, καὶ μετὰ ταῦτα βάσανος ἦν τοῦ τε Τίρωνος καὶ τοῦ παιδὸς αὐτοῦ καὶ τοῦ κουρέως.
 
διακαρτεροῦντός τε τοῦ Τίρωνος ὁρῶν ὁ νεανίσκος τὸν πατέρα χαλεπῶς μὲν ἤδη διακείμενον, ἔχοντα δὲ οὐδεμίαν ἐλπίδα σωτηρίας αὑτῷ τε τὸ μέλλον ἐκ τῆς περὶ τὸν πάσχοντα δυσχερείας προῦπτον, ἔφη μηνύσειν τῷ βασιλεῖ τὴν ἀλήθειαν, εἰ παραιτήσεται διὰ τοῦ φράσαι τῆς βασάνου καὶ τῆς αἰκίας αὐτόν τε καὶ τὸν πατέρα.
 
δόντος δὲ πίστιν ἐπὶ τούτοις ἔλεγεν ὡς εἴη τις συνθήκη ἐπιθέσθαι διʼ αὐτοχειρίας βασιλεῖ τὸν Τίρωνα, προσελθεῖν γὰρ εὔπορον εἶναι μόνον μόνῳ καὶ δράσαντα παθεῖν τι τῶν εἰκότων οὐκ ἀγεννὲς Ἀλεξάνδρῳ χαριζόμενον.
 
ταῦτα μὲν οὖν ἐκεῖνος εἰπὼν ἐξαιρεῖται τὸν πατέρα τῆς ἀνάγκης, ἄδηλον εἴτε τὴν ἀλήθειαν ἐκβιασθεὶς φράζειν, εἴτε κἂν παραγραφὴν νοήσας τινὰ ταύτην τῶν κακῶν αὐτῷ καὶ τῷ γεγεννηκότι.
 
Ὁ δὲ Ἡρώδης οὐδʼ εἴ τι πρότερον ἦν αὐτῷ ἐνδοιάσιμον περὶ τὴν τεκνοκτονίαν τούτῳ τόπον ἢ χώραν ἐν τῇ ψυχῇ καταλελοιπώς, ἀλλὰ πᾶν ἐξῃρημένος τὸ δυνησόμενον αὐτῷ μετάνοιαν ἀμείνονος λογισμοῦ παρασχεῖν ἔσπευσεν ἤδη τέλος ἐπιθεῖναι τῇ προαιρέσει.
 
καὶ προαγαγὼν εἰς ἐκκλησίαν τριακοσίους τε τῶν ἡγεμόνων τοὺς ἐν αἰτίᾳ γενομένους καὶ τὸν Τίρωνα σὺν τῷ παιδὶ καὶ τῷ πρὸ ἐκείνου διελέγχοντι κουρεῖ κατηγορίαν ἁπάντων αὐτῶν ἐποιήσατο.
 
κἀκείνους μὲν τὸ πλῆθος ἀεὶ τοῖς παρατυχοῦσιν βάλλοντες ἀπέκτειναν. Ἀλέξανδρος δὲ καὶ Ἀριστόβουλος ἀχθέντες εἰς Σεβαστὴν ἐπιτάξαντος τοῦ πατρὸς στραγγάλῃ κτείνονται. τὰ δὲ σώματα νύκτωρ εἰς Ἀλεξάνδρειον ἀπέθεντο τοῦ τε μητροπάτορος ἐκεῖ καὶ τῶν πλείστων αὐτοῖς προγόνων κειμένων.
 
Ἴσως μὲν οὖν οὐκ ἄλογον ἐνίοις καταφαίνεται τρεφόμενον ἐκ πολλοῦ τὸ μῖσος οὕτως αὐξηθῆναι καὶ περαιτέρω προελθὸν ἀπονικῆσαι τὴν φύσιν. ἐπίστασις δὲ γένοιτʼ ἂν εἰκότως, εἴτε εἰς τοὺς νεανίσκους ἀνοιστέον τὴν τοιαύτην αἰτίαν πρὸς αἰτίαν ἐνάγοντας τὸν πατέρα καὶ χρόνῳ παρασκευάσαντας ὑπὸ χαλεπότητος ἀνήκεστον αὐτοῖς,
 
εἴτε καὶ πρὸς αὐτὸν ἐκεῖνον, ἀπαθῆ καὶ περιττὸν ὄντα περὶ τὴν ἐπιθυμίαν τῆς ἀρχῆς καὶ τῆς ἄλλης εὐδοξίας, ὡς μηδένα οἴεσθαι παραλειπτέον ἐφʼ ᾧ πᾶν τὸ βουλόμενον ἀνίκητον ἔχειν,
 
ἢ καὶ τὴν τύχην παντὸς εὐγνώμονος λογισμοῦ μείζω τὴν δύναμιν ἐσχηκυῖαν, ὅθεν καὶ πειθόμεθα τὰς ἀνθρωπίνας πράξεις ὑπʼ ἐκείνης προκαθωσιῶσθαι τῇ τοῦ γενέσθαι πάντως ἀνάγκῃ καὶ καλοῦμεν αὐτὴν εἱμαρμένην, ὡς οὐδενὸς ὄντος, ὃ μὴ διʼ αὐτὴν γίνεται.
 
τοῦτον μὲν οὖν τὸν λόγον ὡς μείζω πρὸς ἐκεῖνον ἀρκέσει κινεῖν ἡμῖν τε αὐτοῖς ἀποδιδόντας τι καὶ τὰς διαφορὰς τῶν ἐπιτηδευμάτων οὐκ ἀνυπευθύνους ποιοῦντας, ἃ πρὸ ἡμῶν ἤδη πεφιλοσόφηται καὶ τῷ νόμῳ.
 
τῶν δὲ ἄλλων δύο τὸν μὲν ἀπὸ τῶν παίδων μέμψαιτʼ ἄν τις αἰτίαν ὑπό τε αὐθαδείας νεωτερικῆς καὶ βασιλικῆς οἰήσεως, ὅτι καὶ διαβολῶν ἠνείχοντο κατὰ τοῦ πατρὸς καὶ τῶν πραττομένων αὐτῷ περὶ τὸν βίον οὐκ εὐμενεῖς ἦσαν ἐξετασταί, καὶ κακοήθεις μὲν ὑπονοεῖν, ἀκρατεῖς δὲ λέγειν, εὐάλωται δὲ διʼ ἀμφότερα τοῖς ἐπιτηροῦσιν αὐτοὺς καὶ πρὸς χάριν καταμηνύουσιν.
 
ὁ μέντοι πατὴρ οὐδʼ ἐντροπῆς ἄξιος ἔοικεν φαίνεσθαι τοῦ περὶ ἐκείνους ἀσεβήματος, ὃς οὔτε πίστιν ἐπιβουλῆς ἐναργῆ λαβὼν οὔτε παρασκευὴν ἐπιχειρήσεως ἐλέγχειν ἔχων ἐτόλμησεν ἀποκτεῖναι τοὺς ἐξ αὐτοῦ φύντας, ἀρίστους μὲν τὰ σώματα καὶ περιποθήτους πᾶσιν τοῖς ἀλλοτρίοις, οὐκ ἀποδέοντας δὲ ἐν τοῖς ἐπιτηδεύμασιν, εἴ που θηρᾶν ἢ γυμνάζεσθαι τὰ πολέμων ἢ λέγειν ὑπὲρ τῶν ἐμπεσόντων ἔδει.
 
τούτων γὰρ ἁπάντων μετεῖχον, Ἀλέξανδρος δὲ καὶ μᾶλλον ὁ πρεσβύτερος· ἤρκει γάρ, εἰ καὶ κατέγνω, καὶ ζῶντας ὅμως ἐν δεσμοῖς ἢ ξενιτεύοντας ἀπὸ τῆς ἀρχῆς ἔχειν μεγάλην ἀσφάλειαν αὐτῷ περιβεβλημένῳ τὴν Ῥωμαίων δύναμιν, διʼ ἣν οὐδὲν οὐδʼ ἐξ ἐφόδου καὶ βίας παθεῖν ἐδύνατο.
 
τὸ δʼ ἀποκτεῖναι ταχὺ καὶ πρὸς ἡδονὴν τοῦ νικῶντος αὐτὸν πάθους ἀσεβείας τεκμήριον ἀνυποτιμήτου καὶ τῆς ἡλικίας οὔσης ἐν γήρᾳ τοσοῦτον ἐξήμαρτεν.
 
ἥ γε μὴν παρολκὴ καὶ τὸ χρονίζον οὐκ ἂν αὐτῷ συγγνώμην τινὰ φέροι· ταχὺ μὲν γὰρ ἐκπλαγέντα καὶ κεκινημένον χωρῆσαι πρός τι τῶν ἀτόπων, εἰ καὶ δυσχερές, ἀλλʼ ἀεὶ συμβαῖνον, ἐν ἐπιστάσει δὲ καὶ μήκει πολλάκις μὲν ὁρμηθέντα πολλάκις δὲ μελλήσαντα τὸ τελευταῖον ὑποστῆναι καὶ διαπράξασθαι, φονώσης καὶ δυσμετακινήτου ψυχῆς ἀπὸ τῶν χειρόνων.
 
ἐδήλωσεν δὲ καὶ τοῖς αὖθις οὐκ ἀποσχόμενος οὐδὲ τῶν περιλοίπων ὅσους ἐδόκει φιλτάτους, ἐφʼ οἷς τὸ μὲν δίκαιον ἔλαττον ἐποίει συμπαθεῖσθαι τοὺς ἀπολλυμένους, τὸ δʼ ὠμὸν ὅμοιον ἦν τὸ μηδὲ ἐκείνων φεισάμενον. διέξιμεν δὲ ὑπὲρ αὐτῶν ἑξῆς ἀφηγούμενοι.
← Previous 11 / 11

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme