Book 16
Ὃν τρόπον Ἀλέξανδρος καὶ Ἀριστόβουλος ἀπὸ Ῥώμης ὑπέστρεψαν πρὸς τὸν πατέρα.
ὡς Σαλώμη καὶ Φερώρας οἱ τοῦ βασιλέως ἀδελφοὶ ταῖς κατ' αὐτῶν διαβολαῖς ἐχρῶντο.
ὡς γυναῖκας δοὺς τοῖς περὶ Ἀλέξανδρον Ἡρώδης πρὸς Ἀγρίππαν ἐξέπλευσεν εἰς Μιτυλήνην κἀκεῖθεν αὐτὸν ἔπεισεν εἰς Ἰουδαίαν παραγενέσθαι.
ἄφοδος Ἀγρίππα εἰς Ἰωνίαν καὶ ὡς Ἡρώδης τὸ δεύτερον ἐξέπλευσεν πρὸς Ἀγρίππαν εἰς τὸν Βόσπορον.
ἔντευξις τῶν κατ' Ἰωνίαν Ἰουδαίων Ἀγρίππᾳ παρόντος Ἡρώδου περὶ ὧν ᾐτιῶντο τοὺς Ἕλληνας.
5
ὡς Ἀγρίππας ἐβεβαίωσε μὲν αὐτοῖς τοὺς νόμους, Ἡρώδης δὲ εἰς Ἰουδαίαν ὑπέστρεψεν.
ὡς διελέξατο τοῖς Ἱεροσολυμίταις Ἡρώδης καὶ τὸ τέταρτον αὐτοῖς ἀφῆκεν τῶν φόρων τοῦ παρεληλυθότος ἔτους.
ὡς ἐστασιάσθη τὰ περὶ τὴν οἰκίαν Ἡρώδῃ προτιμῶντι μὲν Ἀντίπατρον τὸν πρεσβύτατον υἱὸν χαλεπῶς δὲ τῶν περὶ Ἀλέξανδρον φερόντων τὴν ὕβριν.
ὡς Ἀντιπάτρου διατρίβοντος ἐν Ῥώμῃ τοὺς περὶ Ἀλέξανδρον Ἡρώδης ἄγων ἐπὶ Καίσαρος αὐτῶν κατηγόρησεν.
Ἀλεξάνδρου ἀπολογία ἐπὶ Καίσαρος καὶ διαλλαγαὶ πρὸς τὸν πατέρα.
10
ὡς ἀγῶνας ἤγαγε πεντετηρικοὺς Ἡρώδης ἐπὶ τῇ Καισαρείας κτίσει.
πρεσβεία τῶν ἀπὸ Κυρήνης καὶ Ἀσίας Ἰουδαίων ὡς Καίσαρα περὶ ὧν ᾐτιῶντο τοὺς Ἕλληνας πραγμάτων.
ἀντίγραφα ἐπιστολῶν, ἃς Καῖσαρ καὶ Ἀγρίππας ἔγραψεν ὑπὲρ αὐτῶν ταῖς πόλεσιν.
ὡς ἀπορῶν χρημάτων Ἡρώδης κατῆλθεν εἰς τὸν Δαυίδου τάφον καὶ δειμάτων αὐτὸν ταραξάντων μνημεῖον ἔστησεν ἐπὶ τοῦ τάφου.
ὡς Ἀρχέλαος ὁ Καππαδόκων βασιλεὺς Ἀλέξανδρον τῷ πατρὶ διήλλαξεν δεθέντα ὑπ' αὐτοῦ πρότερον καὶ ὡς ὁ μὲν εἰς Καππαδοκίαν, Ἡρώδης δὲ εἰς Ῥώμην ἀνῆλθεν.
15
ἀπόστασις τῶν τὸν Τράχωνα οἰκούντων καὶ παράληψις διὰ τῶν στρατηγῶν τῆς χώρας.
ὡς Ἡρώδης τοὺς εἰς τὴν Ἀραβίαν διαφυγόντας τῶν ἀποστατῶν ἐξῃτεῖτο καὶ μὴ τυγχάνων ἐστράτευσεν ἐπ' αὐτοὺς ἐπιτρέποντος Σατορνίνου.
ὡς κατηγόρησε Σύλλαιος Ἄραψ ἐπὶ Καίσαρος περὶ τῆς ἐμβολῆς Ἡρώδου καὶ ὡς διὰ Νικολάου ἀπελύσατο τὰς αἰτίας ὀργιζομένου Καίσαρος.
διαβολαὶ Εὐρυκλέους κατὰ τῶν παίδων πρὸς Ἡρώδην, καὶ ὡς ἔδησεν αὐτοὺς ὁ πατὴρ καὶ τῷ Καίσαρι περὶ αὐτῶν ἔγραψεν.
ὡς Καίσαρος ἐξουσίαν δόντος ἐν Βηρυτῷ παρὰ τῷ συνεδρίῳ κατηγόρησε τῶν παίδων καὶ ὡς θανόντες ἐτάφησαν ἐν Ἀλεξανδρείῳ.
20
περιέχει ἡ βίβλος χρόνον ἐτῶν ιβ.
Ἐν δὲ τῇ διοικήσει τῶν ὅλων πραγμάτων ἐσπουδακὼς ὁ βασιλεὺς τὰς κατὰ μέρος ἀδικίας ἀναστεῖλαι τῶν περὶ τὴν πόλιν καὶ τὴν χώραν ἁμαρτανομένων τίθησι νόμον οὐδὲν ἐοικότα τοῖς πρώτοις, ὃν αὐτὸς ἐβεβαίου, τοὺς τοιχωρύχους ἀποδιδόμενος ἐπʼ ἐξαγωγῇ τῆς βασιλείας, ὅπερ ἦν οὐκ εἰς τὴν τιμωρίαν μόνον τῶν πασχόντων φορτικόν, ἀλλὰ καὶ κατάλυσιν περιεῖχεν τῶν πατρίων ἐθῶν.
τὸ γὰρ ἀλλοφύλοις καὶ μὴ τὴν αὐτὴν δίαιταν ἔχουσιν τοῦ ζῆν δουλεύειν καὶ βιάζεσθαι πάνθʼ ὅσα προσέταττον ἐξ ἀνάγκης ἐκεῖνοι ποιεῖν ἁμαρτία πρὸς τὴν θρησκείαν ἦν, οὐ κόλασις τῶν ἁλισκομένων, πεφυλαγμένης ἐν τοῖς πρώτοις τῆς τοιαύτης τιμωρίας·
ἐκέλευον γὰρ οἱ νόμοι τετραπλᾶ καταβάλλειν τὸν κλέπτην, οὐκ ἔχοντα δὲ πιπράσκεσθαι μέν, ἀλλʼ οὔτι γε τοῖς ἀλλοφύλοις οὐδʼ ὥστε διηνεκῆ τὴν δουλείαν ὑπομένειν· ἔδει γὰρ ἀφεῖσθαι μετὰ ἑξαετίαν.
τὸ δʼ ὥσπερ ὡρίσθη τότε χαλεπὴν καὶ παράνομον γενέσθαι τὴν κόλασιν ὑπερηφανίας ἐδόκει μέρος, οὐ βασιλικῶς ἀλλὰ τυραννικῶς αὐτοῦ καὶ πρὸς τὰ κοινὰ τῶν ἀρχομένων ὀλιγώρως θεῖναι τὴν τιμωρίαν νενοηκότος.
ταῦτα μὲν οὖν καθʼ ὁμοιότητα τοῦ λοιποῦ τρόπου γιγνόμενα μέρος ἦν τῶν διαβολῶν καὶ τῆς ἐπʼ αὐτῷ δυσνοίας.
Ἐν δὲ τούτῳ τῷ καιρῷ καὶ τὸν εἰς τὴν Ἰταλίαν πλοῦν ἐποιήσατο Καίσαρί τε συντυχεῖν ὁρμηθεὶς καὶ θεάσασθαι τοὺς παῖδας ἐν τῇ Ῥώμῃ διατρίβοντας. Καῖσαρ δὲ τά τε ἄλλα φιλοφρόνως αὐτὸν ἐξεδέξατο καὶ τοὺς παῖδας ὡς ἤδη τελειωθέντας ἐν τοῖς μαθήμασιν ἀπέδωκεν ἄγειν εἰς τὴν οἰκείαν.
ὡς δʼ ἧκον ἀπὸ τῆς Ἰταλίας, σπουδὴ περὶ τὰ μειράκια τῶν ὄχλων ἦν, καὶ περίοπτοι πᾶσιν ἐγεγόνεισαν τῷ τε μεγέθει τῆς περὶ αὐτοὺς τύχης κοσμούμενοι καὶ βασιλικοῦ κατὰ τὰς μορφὰς ἀξιώματος οὐκ ἀποδέοντες.
ἐπίφθονοί τε εὐθέως ἐδόκουν Σαλώμῃ τε τῇ τοῦ βασιλέως ἀδελφῇ καὶ τοῖς Μαριάμμην ταῖς διαβολαῖς κατηγωνισμένοις· οὗτοι γὰρ ᾤοντο δυναστευόντων αὐτῶν δίκην δώσειν τῶν εἰς τὴν μητέρα τὴν ἐκείνων παρανομηθέντων.
τὴν αὐτὴν οὖν ταύτην ὑπόθεσιν τοῦ δέους εἰς τὴν κατʼ ἐκείνων διαβολὴν μετέφερον λογοποιοῦντες οὐ καθʼ ἡδονὰς συνεῖναι τῷ πατρὶ διὰ τὸν τῆς μητρὸς θάνατον, ὡς μηδὲ ὅσιον εἶναι δοκεῖν ἐπὶ ταὐτὸν συνιέναι τῷ τῆς τεκούσης φονεῖ·
ταῦτα γὰρ ἀπὸ τῆς ἀληθείας ἐπὶ τὸ πιθανὸν τῆς αἰτίας φέροντες κακοῦν ἐδύναντο καὶ τῆς εὐνοίας ἧς εἶχεν εἰς τοὺς παῖδας ἀφαιρεῖν· οὐδὲ γὰρ πρὸς αὐτὸν ἄντικρυς ἔλεγον, ἀλλʼ εἰς τὸ λοιπὸν πλῆθος ἐσκόρπιζον τοὺς τοιούτους λόγους· ἐξ οὗ πρὸς τὸν Ἡρώδην ἀναφερομένων ὑποκατεσκευάζετο μῖσος οὐδʼ αὐτῇ τῇ φύσει χρόνῳ νικώμενον.
ἐν μέντοι τῷ τότε πάσης ὑποψίας καὶ διαβολῆς μείζονι χρώμενος ὁ βασιλεὺς τῇ τοῦ γεγεννηκέναι φιλοστοργίᾳ καὶ τιμῆς ἧς ἔδει μετεδίδου καὶ γυναῖκας ἐν ἡλικίᾳ γεγονόσιν ἐζεύγνυεν, Ἀριστοβούλῳ μὲν τὴν Σαλώμης θυγατέρα Βερενίκην, Ἀλεξάνδρῳ δὲ τὴν Ἀρχελάου τοῦ Καππαδόκων βασιλέως Γλαφύραν.
Ταῦτα διοικήσας, ἐπειδὴ καὶ Μᾶρκον Ἀγρίππαν ἐπύθετο καταπεπλευκέναι πάλιν ἐκ τῆς Ἰταλίας εἰς τὴν Ἀσίαν, ἐπειχθεὶς πρὸς αὐτὸν ἠξίωσεν εἴς τε τὴν βασιλείαν αὐτοῦ παρελθεῖν καὶ τυχεῖν ὧν ἔδει παρὰ ἀνδρὸς ξένου καὶ φίλου.
κἀκεῖνος μὲν εἴξας λιπαρῶς ἐγκειμένου ἧκεν εἰς τὴν Ἰουδαίαν, Ἡρώδης δὲ οὐδὲν ἀρεσκείας ἀπέλιπεν ἔν τε ταῖς νεοκτίστοις πόλεσιν ὑποδεχόμενος αὐτὸν καὶ μετὰ τοῦ τὰς κατασκευὰς ἐπιδεικνύναι πᾶσαν ἀπόλαυσιν διαίτης καὶ πολυτελείας ἐξαλλάττων αὐτῷ καὶ τοῖς φίλοις ἔν τε τῇ Σεβαστῇ καὶ Καισαρείᾳ περὶ τὸν λιμένα τὸν ὑπʼ αὐτοῦ κατεσκευασμένον κἀν τοῖς ἐρύμασιν, ἃ πολλαῖς δαπάναις ἐξῳκοδόμησεν, τό τε Ἀλεξάνδρειον καὶ Ἡρώδειον καὶ τὴν Ὑρκανίαν.
ἦγεν δὲ καὶ εἰς τὴν πόλιν τῶν Ἱεροσολυμιτῶν ὑπαντῶντός τε τοῦ δήμου παντὸς ἐν ἑορτώδει στολῇ καὶ δεχομένου τὸν ἄνδρα σὺν εὐφημίαις. Ἀγρίππας δὲ τῷ θεῷ μὲν ἑκατόμβην κατέθυσεν, ἑστιᾷ δὲ τὸν δῆμον οὐδενὸς τῶν μεγίστων πλήθει λειπόμενον.
αὐτὸς δὲ ὅσον ἐπὶ τῷ καθʼ ἡδονὴν κἂν ἔτι πλείους ἐπιμείνας ἡμέρας διὰ τὸν καιρὸν ἠπείγετο· τὸν γὰρ πλοῦν ἐπιβαίνοντος τοῦ χειμῶνος οὐκ ἐνόμιζεν ἀσφαλῆ κομιζομένῳ πάλιν ἐξ ἀνάγκης εἰς τὴν Ἰωνίαν.
Ἐκεῖνος μὲν οὖν ἀπέπλει πολλαῖς αὐτὸν δωρεαῖς τετιμηκότος Ἡρώδου καὶ τῶν σὺν αὐτῷ τοὺς ἐπισημοτάτους. ὁ δὲ βασιλεὺς χειμάσας ἐν τοῖς οἰκείοις ἔαρος ἠπείγετο συντυχεῖν αὐτῷ τὴν εἰς Βόσπορον εἰδὼς στρατείαν προηγούμενον.
καὶ πλεύσας διὰ Ῥόδου καὶ Κῶ προσέσχεν, περὶ Λέσβον οἰόμενος ἐπικαταλήψεσθαι τὸν Ἀγρίππαν. ἐκεῖ δʼ αὐτὸν ἀπολαμβάνει πνεῦμα βόρειον εἶργον τὴν ἀναγωγὴν τῶν νεῶν.
ὁ δʼ ἐπιδιέτριβεν ἡμέρας πλείους ἐν τῇ Χίῳ καὶ πολλοὺς μὲν τῶν προσιόντων αὐτῷ δεξιούμενος ἀνελάμβανεν βασιλικαῖς δωρεαῖς, αὐτῆς δὲ τῆς πόλεως ἰδὼν πεπτωκυῖαν στοάν, ἣν ἐν τῷ Μιθριδατικῷ πολέμῳ καθαιρεθεῖσαν οὐχ ὥσπερ τὰ ἄλλα διὰ μέγεθος καὶ κάλλος ἀναστῆναι ῥᾴδιον ἦν,
χρήματα δοὺς ὅσα μὴ μόνον ἐπαρκεῖν, ἀλλὰ καὶ περιττεύειν ἐδύνατο πρὸς τὴν συντέλειαν τοῦ κατασκευάσματος, ἐνετέλλετο μὴ περιορᾶν, ἀλλὰ θᾶττον ἐγείρειν ἀποκαθιστάντας τῇ πόλει τὸν ἴδιον κόσμον.