Book 15
44
ταῦτα πάντα κατὰ μικρὸν ἐξηγρίου αὐτὴν καὶ μῖσος ἐπεφύετο· φρονήματος γὰρ ἔμπλεως οὖσα γυναικείου τὰς ἐκ τῆς ὑποψίας ἐπιμελείας ἀνηξιοπάθει, παντὸς οὑτινοσοῦν ἀξιοῦσα μᾶλλον ἢ τῆς παρρησίας στερομένη τιμῆς εὐπρεπείᾳ μετὰ δουλείας καὶ φόβων καταζῆν.
45
ἔπεμπεν οὖν παρὰ τὴν Κλεοπάτραν ἐν οἷς εἴη συνεχὲς ὀδυρομένη καὶ παρακαλοῦσα προσβοηθεῖν αὐτῇ κατὰ δύναμιν. ἡ δὲ λαθοῦσαν ἐκέλευσεν ἐπʼ Αἰγύπτου σὺν τῷ παιδὶ πρὸς αὐτὴν ἀποδιδράσκειν.
46
ἐδόκει ταῦτα καὶ τεχνάζεται τοιάδε· δύο λάρνακας ὡς εἰς ἐκκομιδὴν νεκρῶν παρασκευασαμένη ταύταις αὐτὴν καὶ τὸν υἱὸν ἐνέβαλεν, ἐπιτάξασα τῶν οἰκετῶν τοῖς συνειδόσιν διὰ νυκτὸς ἐκφέρειν. ἦν δὲ τοὐντεῦθεν ἐπὶ θάλατταν ὁδὸς αὐτοῖς καὶ πλοῖον, ὃ διαπλεύσειν εἰς τὴν Αἴγυπτον ἔμελλεν, παρεσκευασμένον.
47
ταῦτα Σαββίωνι τῶν ἐκείνης φίλων Αἴσωπος οἰκέτης αὐτῆς ἀπαγγέλλει προπεσὼν ὡς εἰδότι φράσαι. πυθόμενος δὲ Σαββίων, καὶ γὰρ ἦν ἐχθρὸς Ἡρώδου πρότερον, ὅτι τῶν ἐπιβουλευσάντων Ἀντιπάτρῳ κατὰ τὴν φαρμακείαν εἷς ἐνομίζετο, τὸ μῖσος ὑπαλλάξεσθαι τῇ περὶ τὴν μήνυσιν εὐνοίᾳ προσεδόκησεν καὶ καταλέγει τῷ βασιλεῖ τὴν τῆς Ἀλεξάνδρας ἐπιβουλήν.
48
ὁ δὲ τὴν μὲν ἕως τῆς ἐγχειρήσεως ἐάσας προελθεῖν ἐπʼ αὐτοφώρῳ τοῦ δρασμοῦ συνέλαβεν, παρῆκεν δὲ τὴν ἁμαρτίαν, χαλεπὸν μὲν οὐδέν, εἰ καὶ σφόδρα βουλομένῳ ἦν αὐτῷ, διαθεῖναι τολμήσας, οὐ γὰρ ἂν ἀνασχέσθαι Κλεοπάτραν αἰτίαν ἐπὶ τῷ πρὸς αὐτὸν μίσει λαβοῦσαν, ἐμφαίνων δὲ μεγαλοψυχίαν μᾶλλον ἐξ ἐπιεικείας αὐτοῖς συνεγνωκέναι.