Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 15

390 χιλίας γὰρ εὐτρεπίσας ἁμάξας, αἳ βαστάσουσι τοὺς λίθους, ἐργάτας δὲ μυρίους τοὺς ἐμπειροτάτους ἐπιλεξάμενος καὶ ἱερεῦσιν τὸν ἀριθμὸν χιλίοις ἱερατικὰς ὠνησάμενος στολάς, καὶ τοὺς μὲν διδάξας οἰκοδόμους, ἑτέρους δὲ τέκτονας, ἥπτετο τῆς κατασκευῆς ἁπάντων αὐτῷ προθύμως προευτρεπισμένων.
391 Ἀνελὼν δὲ τοὺς ἀρχαίους θεμελίους καὶ καταβαλόμενος ἑτέρους ἐπʼ αὐτῶν ναὸν ἤγειρεν μήκει μὲν ἑκατὸν ὄντα πηχῶν, τὸ δʼ ὕψος εἴκοσι περιττοῖς, οὓς τῷ χρόνῳ συνιζησάντων τῶν θεμελίων ὑπέβη. καὶ τοῦτο μὲν κατὰ τοὺς Νέρωνος καιροὺς ἐπεγείρειν ἐγνώκειμεν.
392 ᾠκοδομήθη δὲ ὁ ναὸς ἐκ λίθων λευκῶν τε καὶ κραταιῶν τὸ μέγεθος ἑκάστων περὶ πέντε καὶ εἴκοσι πήχεις ἐπὶ μῆκος, ὀκτὼ δὲ ὕψος, εὖρος δὲ περὶ δώδεκα.
393 καὶ παντὸς αὐτοῦ καθότι καὶ τῆς βασιλείου στοᾶς τὸ μὲν ἔνθεν καὶ ἔνθεν ταπεινότατον, ὑψηλότατον δὲ τὸ μεσαίτατον, ὡς περίοπτον ἐκ πολλῶν σταδίων εἶναι τοῖς τὴν χώραν νεμομένοις, μᾶλλον δʼ εἴ τινες κατʼ ἐναντίον οἰκοῦντες ἢ προσιόντες τύχοιεν.
394 θύρας δὲ ἐπὶ τῆς εἰσόδου σὺν τοῖς ὑπερθυρίοις ἴσον ἐχούσας τῷ ναῷ ποικίλοις ἐμπετάσμασιν κεκόσμητο, τὰ μὲν ἄνθη ἁλουργέσιν, κίονας δὲ ἐνυφασμένους.
395 καθύπερθε δʼ αὐτῶν ὑπὸ τοῖς τριχώμασιν ἄμπελος διετέτατο χρυσῆ τοὺς βότρυας ἀπαιωρουμένους ἔχουσα, θαῦμα καὶ τοῦ μεγέθους καὶ τῆς τέχνης τοῖς ἰδοῦσιν, οἷον ἐν πολυτελείᾳ τῆς ὕλης τὸ κατασκευασθὲν ἦν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme