Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 15

385 τὸν γὰρ ναὸν τοῦτον ᾠκοδόμησαν μὲν τῷ μεγίστῳ θεῷ πατέρες ἡμέτεροι μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, ἐνδεῖ δʼ αὐτῷ πρὸς τὸ μέγεθος εἰς ὕψος ἑξήκοντα πήχεις· τοσοῦτον γὰρ ὑπερεῖχεν ὁ πρῶτος ἐκεῖνος, ὃν Σολομῶν ἀνῳκοδόμησεν.
386 καὶ μηδεὶς ἀμέλειαν εὐσεβείας τῶν πατέρων καταγνώτω· γέγονεν γὰρ οὐ παρʼ ἐκείνους ἐλάττων ὁ ναός, ἀλλὰ ταῦτα καὶ Κῦρος καὶ Δαρεῖος ὁ Ὑστάσπου τὰ μέτρα τῆς δομήσεως ἔδοσαν, οἷς ἐκεῖνοι καὶ τοῖς ἀπογόνοις δουλεύσαντες καὶ μετʼ ἐκείνους Μακεδόσιν οὐκ ἔσχον εὐκαιρίαν τὸ πρῶτον τῆς εὐσεβείας ἀρχέτυπον εἰς ταὐτὸν ἀναγαγεῖν μέγεθος.
387 ἐπειδὴ δὲ νῦν ἐγὼ μὲν ἄρχω θεοῦ βουλήσει, περίεστιν δὲ καὶ μῆκος εἰρήνης καὶ κτῆσις χρημάτων καὶ μέγεθος προσόδων, τὸ δὲ μέγιστον φίλοι καὶ διʼ εὐνοίας οἱ πάντων ὡς ἔπος εἰπεῖν κρατοῦντες Ῥωμαῖοι, πειράσομαι τὸ παρημελημένον ἀνάγκῃ καὶ δουλείᾳ τοῦ πρότερον χρόνου διορθούμενος τελείαν ἀποδοῦναι τῷ θεῷ τὴν ἀνθʼ ὧν ἔτυχον τῆσδε τῆς βασιλείας εὐσέβειαν.
388 Ὁ μὲν Ἡρώδης ταῦτʼ εἶπεν, ἐξέπληξε δὲ τοὺς πολλοὺς ὁ λόγος παρὰ δόξαν ἐμπεσών. καὶ τὸ μὲν τῆς ἐλπίδος ἄπιστον οὐκ ἐπήγειρεν αὐτούς, ἠδημόνουν δέ, μὴ φθάσας καταλῦσαι τὸ πᾶν ἔργον οὐκ ἐξαρκέσει πρὸς τέλος ἀγαγεῖν τὴν προαίρεσιν· ὅ τε κίνδυνος αὐτοῖς μείζων ἐφαίνετο καὶ δυσεγχείρητον ἐδόκει τὸ μέγεθος τῆς ἐπιβολῆς.
389 οὕτως δʼ αὐτῶν διακειμένων παρεθάρρυνεν ὁ βασιλεύς, οὐ πρότερον καθαιρήσειν φάμενος τὸν ναὸν μὴ πάντων αὐτῷ τῶν εἰς συντέλειαν παρεσκευασμένων. καὶ ταῦτα προειπὼν οὐκ ἐψεύσατο·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme