Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 15

358 καὶ κατὰ μὲν τὴν πρώτην ἡμέραν οἱ περὶ τούτων ἐρρέθησαν λόγοι, ταῖς δʼ ἑξῆς οὐ προῆλθεν ἡ διάγνωσις· οἱ γὰρ Γαδαρεῖς ὁρῶντες τὴν ῥοπὴν αὐτοῦ τε Καίσαρος καὶ τοῦ συνεδρίου καὶ προσδοκήσαντες ὅπερ ἦν εἰκὸς ἐκδοθήσεσθαι τῷ βασιλεῖ, κατὰ φόβον αἰκίας οἱ μὲν ἀπέσφαττον αὑτοὺς ἐν τῇ νυκτί, τινὲς δὲ καθʼ ὕψους ἠφίεσαν, ἄλλοι δʼ εἰς τὸν ποταμὸν ἐμπίπτοντες ἑκοντὶ διεφθείροντο.
359 ταῦτα δὲ ἐδόκει κατάγνωσις τῆς προπετείας καὶ ἁμαρτίας, ἔνθεν οὐδὲ μελλήσας ὁ Καῖσαρ ἀπέλυεν τῶν αἰτιῶν Ἡρώδην. ἐπισυμπίπτει δὲ οὐ μέτριον εὐτύχημα τοῖς ἤδη γεγονόσιν· ὁ γὰρ Ζηνόδωρος ῥαγέντος αὐτῷ τοῦ σπλάγχνου καὶ πολλοῦ κατὰ τὴν ἀσθένειαν ὑποχωροῦντος αἵματος ἐν Ἀντιοχείᾳ τῆς Συρίας ἐκλείπει τὸν βίον.
360 Καῖσαρ δὲ καὶ τὴν τούτου μοῖραν οὐκ ὀλίγην οὖσαν Ἡρώδῃ δίδωσιν, ἣ μεταξὺ τοῦ Τράχωνος ἦν καὶ τῆς Γαλιλαίας, Οὐλάθαν καὶ Πανιάδα καὶ τὴν πέριξ χώραν. ἐγκαταμίγνυσιν δʼ αὐτὴν τοῖς ἐπιτροπεύουσιν τῆς Συρίας ἐντειλάμενος μετὰ τῆς ἐκείνου γνώμης τὰ πάντα ποιεῖν.
361 τό τε σύνολον εἰς τοῦτο προῆλθεν εὐτυχίας, ὥστε δύο τούτων τὴν ἀρχὴν Ῥωμαίων διεπόντων τοσήνδε τὸ μέγεθος οὖσαν, Καίσαρος καὶ μετʼ αὐτὸν Ἀγρίππου, κατὰ τὴν πρὸς αὐτὸν εὔνοιαν Καῖσαρ μὲν οὐδένα μετὰ Ἀγρίππαν Ἡρώδου προετίμησεν, Ἀγρίππας δὲ μετὰ Καίσαρα πρῶτον ἀπεδίδου φιλίας τόπον Ἡρώδῃ.
362 τοσαύτης δὲ ἐχόμενος παρρησίας τῷ μὲν ἀδελφῷ Φερώρᾳ παρὰ Καίσαρος ᾐτήσατο τετραρχίαν αὐτὸς ἀπονείμας ἐκ τῆς βασιλείας πρόσοδον ἑκατὸν ταλάντων, ὡς εἰ καί τι πάσχοι, τὰ κατʼ ἐκεῖνον ἀσφαλῶς ἔχειν καὶ μὴ τοὺς υἱεῖς αὐτῆς κρατεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme