Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 15

308 ὁ γὰρ Ἡρώδης, τούτων ἀφικομένων ἐν ἀφορμῇ τὴν ἐπιμέλειαν τὴν αὐτοῦ προστιθεὶς οὐ μόνον ἀντιμετέστησεν τὰς γνώμας τῶν πρότερον χαλεπῶς ἐχόντων, ἀλλὰ καὶ μεγίστην ἐποιήσατο τὴν ἐπίδειξιν τῆς εὐνοίας καὶ τῆς προστασίας.
309 πρῶτον μὲν γὰρ ὅσοις οἷόν τε διʼ αὐτῶν τὰ περὶ τὰς τροφὰς ἐκπονεῖν ἔνειμε τοῦ σίτου τὴν ἔκταξιν ἀκριβεστάτην ποιούμενος, ἔπειτα πολλῶν ὄντων, οἳ κατὰ γῆρας ἤ τινα προσοῦσαν ἄλλην ἀσθένειαν οὐχ ἱκανῶς εἶχον αὐτοῖς παρασκευάζειν τὰ σιτία, προυνόει καταστήσας ἀρτοποιοὺς καὶ παρέχων ἑτοίμας τὰς τροφάς.
310 ἐπιμέλειαν δὲ καὶ τοῦ μὴ διαχειμάσαι μετὰ κινδύνων αὐτοὺς ἐποιήσατο συγκατειληφυίας καὶ τῆς περὶ τὰς ἐσθῆτας ἀπορίας, ἐφθαρμένων καὶ παντάπασιν ἐξαναλωθέντων τῶν βοσκημάτων, ὡς οὔτε ἐρίων εἶναι χρῆσιν οὔτε τῶν ἄλλων σκεπασμάτων.
311 ἐκπορισθέντων δὲ αὐτῷ καὶ τούτων ταῖς πλησίον ἤδη πόλεσιν ἐπεβάλλετο τὰς ὠφελείας παρέχειν σπέρματα τοῖς ἐν Συρίᾳ διαδούς. καὶ τοῦτʼ ὤνησεν οὐχ ἧττον αὐτὸν εὐστοχηθείσης εἰς εὐφορίαν τῆς χάριτος, ὡς ἅπασιν ἱκανὰ τὰ περὶ τὰς τροφὰς γενέσθαι.
312 τὸ δὲ σύμπαν ἀμήτου περὶ τὴν γῆν ὑποφανέντος οὐκ ἔλαττον ἢ πέντε μυριάδας ἀνθρώπων, οὓς αὐτὸς ἔθρεψεν καὶ περιεποίησεν, εἰς τὴν χώραν διέπεμψεν, καὶ τοῦτον τὸν τρόπον κακωθεῖσαν αὐτῷ τὴν βασιλείαν ὑπὸ πάσης φιλοτιμίας καὶ σπουδῆς ἀναλαβὼν οὐχ ἥκιστα καὶ τοὺς πέριξ ἐν ταῖς αὐταῖς κακοπαθείαις ὄντας ἐπεκούφισεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme