Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 15

297 καὶ τείχει καρτερῷ τὴν πόλιν περιέβαλεν τό τε τοῦ χωρίου πρόσαντες εἰς ἐρυμνότητα κατασκευαζόμενος καὶ μέγεθος οὐχ ὡς τὸ πρῶτον ἀλλʼ ὥστε μηδὲν ἀποδεῖν τῶν ἐλλογιμωτάτων πόλεων περιλαμβάνων· στάδιοι γὰρ ἦσαν εἴκοσιν.
298 ἐντὸς δὲ καὶ κατὰ μέσην τριῶν ἡμισταδίων τέμενος ἀνῆκεν παντοίως κεκοσμημένον καὶ ναὸν ἐν αὐτῷ μεγέθει καὶ κάλλει τῶν ἐλλογιμωτάτων ἤγειρεν, ἔν τε τοῖς κατὰ μέρος διὰ πάντων ἐκόσμει τὴν πόλιν, τὸ μὲν ἀναγκαῖον τῆς ἀσφαλείας ὁρῶν καὶ τῇ τῶν περιβόλων ἐρυμνότητι φρούριον αὐτὴν ποιούμενος ἐπὶ τῇ μείζονι, τὸ δʼ εὐπρεπὲς ὡς ἂν ἐκ τοῦ φιλοκαλεῖν καὶ μνημεῖα φιλανθρωπίας ἀπολιπεῖν ἐν ὑστέρῳ.
299 Κατὰ τοῦτον μὲν οὖν τὸν ἐνιαυτὸν τρισκαιδέκατον ὄντα τῆς Ἡρώδου βασιλείας πάθη μέγιστα τὴν χώραν ἐπέλαβεν, εἴτε δὴ τοῦ θεοῦ μηνίσαντος ἢ καὶ κατὰ περιόδους οὕτως ἀπαντήσαντος τοῦ κακοῦ·
300 πρῶτον μὲν γὰρ αὐχμοὶ διηνεκεῖς ἐγένοντο, καὶ διὰ τὸ τοιοῦτον ἄκαρπος ἡ γῆ μηδʼ ὅσα κατʼ αὐτὴν ἀναβλαστάνειν, ἔπειτα καὶ τῆς διαίτης κατὰ τὴν ἔνδειαν τῶν σιτίων ἐξαλλαττομένης νόσοι τῶν σωμάτων καὶ πάθος ἤδη λοιμικὸν ἐκράτει, διηνεκῶς ἀντεφοδιαζομένων αὐτοῖς τῶν κακῶν.
301 τό τε γὰρ ἠπορῆσθαι θεραπείας καὶ τροφῆς ἐπέτεινεν εἰς πλέον ἀρξαμένην ἰσχυρῶς τὴν λοιμώδη νόσον ἥ τε φθορὰ τῶν οὕτως ἀπολλυμένων ἀφῃρεῖτο καὶ τοὺς περιόντας εὐθυμίας, ἐπεὶ προσαρκεῖν ταῖς ἀπορίαις ἐξ ἐπιμελείας οὐκ ἐδύναντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme