Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 15

268 πρῶτον μὲν γὰρ ἀγῶνα πενταετηρικὸν ἀθλημάτων κατεστήσατο Καίσαρι καὶ θέατρον ἐν Ἱεροσολύμοις ᾠκοδόμησεν, αὖθίς τʼ ἐν τῷ πεδίῳ μέγιστον ἀμφιθέατρον, περίοπτα μὲν ἄμφω τῇ πολυτελείᾳ, τοῦ δὲ κατὰ τοὺς Ἰουδαίους ἔθους ἀλλότρια· χρῆσίς τε γὰρ αὐτῶν καὶ θεαμάτων τοιούτων ἐπίδειξις οὐ παραδίδοται.
269 τὴν μέντοι πανήγυριν ἐκεῖνος ἐπιφανεστάτην τὴν τῆς πενταετηρίδος συνετέλει καταγγείλας τε τοῖς πέριξ καὶ συγκαλῶν ἀπὸ τοῦ παντὸς ἔθνους. οἱ δʼ ἀθληταὶ καὶ τὰ λοιπὰ τῶν ἀγωνισμάτων ἀπὸ πάσης γῆς ἐκαλοῦντο κατʼ ἐλπίδα τῶν προκειμένων καὶ τῆς νίκης εὐδοξίᾳ, συνελέγησάν τε οἱ κορυφαιότατοι τῶν ἐν τοῖς ἐπιτηδεύμασιν·
270 οὐ γὰρ μόνον τοῖς περὶ τὰς γυμνικὰς ἀσκήσεις, ἀλλὰ καὶ τοῖς ἐν τῇ μουσικῇ διαγινομένοις καὶ θυμελικοῖς καλουμένοις προυτίθει μέγιστα νικητήρια· καὶ διεσπούδαστο πάντας τοὺς ἐπισημοτάτους ἐλθεῖν ἐπὶ τὴν ἅμιλλαν.
271 προύθηκεν δὲ καὶ τεθρίπποις καὶ συνωρίσιν καὶ κέλησιν οὐ μικρὰς δωρεάς, καὶ πάνθʼ, ὅσα κατὰ πολυτέλειαν ἢ σεμνοπρέπειαν παρʼ ἑκάστοις ἐσπούδαστο φιλοτιμίᾳ τοῦ διάσημον αὐτῷ γενέσθαι τὴν ἐπίδειξιν ἐξεμιμήσατο.
272 τό γε μὴν θέατρον ἐπιγραφαὶ κύκλῳ περιεῖχον Καίσαρος καὶ τρόπαια τῶν ἐθνῶν, ἃ πολεμήσας ἐκεῖνος ἐκτήσατο, χρυσοῦ τε ἀπέφθου καὶ ἀργύρου πάντων αὐτῷ πεποιημένων.
273 τὰ δʼ εἰς ὑπηρεσίαν οὐδὲν οὕτως ἦν οὔτʼ ἐσθῆτος τίμιον οὔτε σκευῆς λίθων, ὃ μὴ τοῖς ὁρωμένοις ἀγωνίσμασιν συνεπεδείκνυτο. παρασκευὴ δὲ καὶ θηρίων ἐγένετο λεόντων τε πλείστων αὐτῷ συναχθέντων καὶ τῶν ἄλλων, ὅσα καὶ τὰς ἀλκὰς ὑπερβαλλούσας ἔχει καὶ τὴν φύσιν ἐστὶν σπανιώτερα·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme