Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 15

256 καὶ διαπέμπεται πρὸς Κλεοπάτραν τὴν Ἰδουμαίαν φάμενος ἀεὶ τῶν ἐκείνης προγόνων γεγενῆσθαι, καὶ διὰ τοῦτʼ εἶναι δίκαιον αἰτεῖσθαι παρʼ Ἀντωνίου τὴν χώραν· αὐτὸς γὰρ ἕτοιμος εἶναι μεταφέρειν τὴν εὔνοιαν εἰς ἐκείνην.
257 ἔπραττεν δὲ ταῦτα τῇ Κλεοπάτρᾳ μὲν οὐδέν τι μᾶλλον εἰς τὴν ἀρχὴν ἀρεσκόμενος, εἰ δὲ παραιρεθείη τῶν πλειόνων Ἡρώδης, εὐεπιχείρητον ἤδη νομίζων καὶ κατʼ αὐτὸν ἄρξαι τοῦ τῶν Ἰδουμαίων γένους καὶ μεῖζον πράξειν· ἐπιδιέβαινεν γὰρ ταῖς ἐλπίσιν οὐκ ὀλίγας ἀφορμὰς ἔχων γένους καὶ χρημάτων, ἃ μετὰ διηνεκοῦς αἰσχροκερδείας ἐπεπόριστο, καὶ μικρὸν οὐδὲν ἐπενόει.
258 Κλεοπάτρα μὲν οὖν Ἀντωνίου δεηθεῖσα περὶ τῆς χώρας ταύτης ἀποτυγχάνει. λέγονται δὲ πρὸς Ἡρώδην οἱ λόγοι κἀκεῖνος ἕτοιμος ὢν ἀποκτεῖναι τὸν Κοστόβαρον ὅμως τῆς ἀδελφῆς αὐτοῦ δεηθείσης καὶ τῆς μητρὸς ἀφίησιν καὶ συγγνώμης ἠξίωσεν, οὐκ ἀνύποπτον αὐτὸν εἰς τὸ λοιπὸν ἔχων τῆς ἐπιχειρήσεως τῆς τότε.
259 Χρόνου δὲ διελθόντος ἐπισυνέβη τὴν Σαλώμην στασιάσαι πρὸς τὸν Κοστόβαρον, καὶ πέμπει μὲν εὐθὺς αὐτῷ γραμμάτιον ἀπολυομένη τὸν γάμον οὐ κατὰ τοὺς Ἰουδαίων νόμους· ἀνδρὶ μὲν γὰρ ἔξεστιν παρʼ ἡμῖν τοῦτο ποιεῖν, γυναικὶ δὲ οὐδὲ διαχωρισθείσῃ καθʼ αὑτὴν γαμηθῆναι μὴ τοῦ πρότερον ἀνδρὸς ἐφιέντος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme