Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 15

245 φλόγωσις γὰρ ἦν καὶ πεῖσις ἰνίου καὶ τῆς διανοίας παραλλαγή· τῶν τε θεραπευμάτων οὐδὲν ὅ τι καὶ πρὸς ὠφέλειαν ἐξήνυεν, ἀλλʼ ἐναντιούμενα τέως εἰς ἀπόγνωσιν ἦγεν.
246 ὅσοι τε περὶ αὐτὸν ἦσαν ἰατροὶ τὰ μὲν οἷς αὐτοὶ προσέφερον βοηθήμασιν οὐδὲν ὑπεικούσης τῆς νόσου, τὰ δὲ καὶ τοῦ βασιλέως οὐκ ἔχοντος ἄλλως ἢ κατὰ τὸ βιαζόμενον τῆς ἀρρωστίας διαιτᾶσθαι, πάνθʼ οἷς ἐκεῖνος ἐπενεχθείη παρέχειν ἠξίουν, τὸ δύσελπι τῆς σωτηρίας ἐν ἐξουσίᾳ τῆς διαίτης ἀνατιθέντες τῇ τύχῃ. κἀκεῖνος μὲν ἐν Σαμαρείᾳ τῇ κληθείσῃ Σεβαστῇ τοῦτον τὸν τρόπον ἐνοσηλεύετο.
247 Διατρίβουσα δὲ ἐν τοῖς Ἱεροσολύμοις Ἀλεξάνδρα καὶ πυνθανομένη τὰ κατʼ αὐτὸν ἐσπουδάκει τῶν περὶ τὴν πόλιν φρουρίων ἐγκρατὴς γενέσθαι.
248 δύο δʼ ἦν, ἓν μὲν αὐτῆς τῆς πόλεως, ἕτερον δὲ τοῦ ἱεροῦ, καὶ τούτων οἱ κρατοῦντες ὑποχείριον τὸ πᾶν ἔθνος ἐσχήκασιν· τὰς μὲν γὰρ θυσίας οὐκ ἄνευ τούτων οἷόν τε γενέσθαι, τὸ δὲ μὴ ταύτας συντελεῖν οὐδενὶ Ἰουδαίων δυνατὸν τοῦ ζῆν ἑτοιμότερον ἂν παραχωρησάντων ἢ τῆς θρησκείας, ἣν εἰς τὸν θεὸν εἰώθασιν συντελεῖν.
249 τοῖς οὖν ἐπὶ τούτων τῶν φυλακτηρίων Ἀλεξάνδρα προσήνεγκεν τοὺς λόγους, ὡς δέον αὐτῇ καὶ τοῖς ἐξ Ἡρώδου παιδίοις παραδοῦναι, μὴ καὶ φθῇ τις ἐκείνου μεταλλάξαντος ἕτερος ἀντιλαμβάνεσθαι τῶν πραγμάτων· ῥωσθέντι μὲν γὰρ οὐδεὶς ἀσφαλέστερον τῶν οἰκειοτάτων διατηρήσει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme