Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 15

239 ἠνία δʼ αὐτὴν καὶ τὰ περὶ τοὺς οἰκείους καὶ ταῦτα πάντα πρὸς ἐκεῖνον ὡς ἐπεπόνθει λέγειν ἠξίου, καὶ πέρας ἐξενίκησεν ἐχθρὰς αὐτῇ γενέσθαι τήν τε μητέρα καὶ τὴν ἀδελφὴν τοῦ βασιλέως κἀκεῖνον αὐτόν, ᾧ μόνῳ τὸ μὴ παθεῖν τι δυσχερὲς ἀπεπίστευεν.
240 Ἀναιρεθείσης δʼ αὐτῆς τότε καὶ μᾶλλον ἐξήφθη τὰ περὶ τὴν ἐπιθυμίαν τοῦ βασιλέως ἔχοντος μὲν οὕτως, ὡς καὶ πρότερον ἐδηλώσαμεν· οὐ γὰρ ἀπαθὴς οὐδʼ οἷος ἂν ἐκ συνηθείας ἦν ὁ πρὸς αὐτὴν ἔρως, ἀλλὰ καὶ πρότερον ἦρξεν ἐνθουσιαστικῶς καὶ τῇ παρρησίᾳ τῆς συμβιώσεως οὐκ ἀπενικήθη μὴ πλείων ἀεὶ γίνεσθαι·
241 τότε μέντοι καὶ μᾶλλον ἐδόκει κατὰ νέμεσίν τινα τῆς κατὰ τὴν Μαριάμμην ἀπωλείας ἐπιθέσθαι, καὶ πολλάκις μὲν ἀνακλήσεις ἦσαν αὐτῆς, πολλάκις δὲ καὶ θρῆνος ἀσχήμων, ἐπενόει δὲ πᾶν εἴ τι δυνατὸν εἰς ψυχαγωγίαν πότους καὶ συνουσίας αὐτῷ πραγματευόμενος, καὶ τούτων οὐδὲν ἤρκει.
242 τὰς οὖν διοικήσεις τῶν κατὰ τὴν βασιλείαν παρῃτεῖτο καὶ τοσοῦτον ἥττητο τοῦ πάθους, ὥστʼ αὐτὸν ἤδη καὶ καλεῖν τὴν Μαριάμμην προστάξαι τοῖς ὑπηρέταις ὡς ζῶσαν ἔτι καὶ δυναμένην ὑπακούειν.
243 οὕτως δὲ ἔχοντος ἐπιγίνεται λοιμώδης νόσος, ἣ καὶ τῶν ὄχλων τοὺς πλείους καὶ τῶν φίλων αὐτοῦ τοὺς ἐντιμοτάτους διέφθειρεν καὶ παρέσχεν ἅπασιν ἐξυπονοῆσαι κατὰ μῆνιν τοῦτο συνενεχθῆναι τῶν κατὰ τὴν γενομένην παρανομίαν ἐπὶ τῇ Μαριάμμῃ.
244 χεῖρον οὖν διετίθει καὶ τοῦτʼ αὐτὸ τὸν βασιλέα, καὶ τέλος εἰς τὰς ἐρημίας αὑτὸν διδοὺς καὶ προφάσει κυνηγεσίων ταύταις ἐναδημονῶν οὐκ ἔφθη πλείους διενεγκεῖν ἡμέρας καὶ περιπίπτει νόσῳ δυσχερεστάτῃ·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme