Book 15
226
τοιούτων ἀκούσας Ἡρώδης λόγων καὶ πρότερον κακῶς διακείμενος ἔτι μᾶλλον ἠρεθίσθη, τόν τʼ εὐνοῦχον, ὃς ἦν τῇ Μαριάμμῃ πιστότατος, ἐβασάνιζεν ὑπὲρ τοῦ φαρμάκου γινώσκων, ὡς οὐ χωρὶς ἐκείνου τι δυνατὸν ἦν οὔτε μεῖζον οὔτε ἔλαττόν τι πεπρᾶχθαι.
227
γενόμενος δὲ ἐν ταῖς ἀνάγκαις ὁ ἄνθρωπος, οὐδὲν μὲν ὧν ἕνεκεν ἐβασανίζετο λέγειν εἶχεν, τὸ μέντοι τῆς γυναικὸς ἔχθος εἰς αὐτὸν ἔφη γενέσθαι διὰ τοὺς λόγους, οὓς ὁ Σόαιμος αὐτῇ φράσαι.
228
ταῦτα δʼ ἔτι λέγοντος μέγα βοήσας ὁ βασιλεὺς οὐκ ἂν ἔφη Σόαιμον πιστότατον ὄντα τόν γε ἄλλον χρόνον αὐτῷ καὶ τῇ βασιλείᾳ καταπροδοῦναι τὰς ἐντολάς, εἰ μὴ καὶ περαιτέρω προεληλύθει τῆς πρὸς τὴν Μαριάμμην κοινωνίας.
229
καὶ τὸν μὲν Σόαιμον εὐθὺς ἐκέλευσεν ἀποκτεῖναι συλλαβόντας· τῇ δὲ γυναικὶ κρίσιν ἀπεδίδου συναγαγὼν τοὺς οἰκειοτάτους αὐτῷ καὶ τὴν κατηγορίαν ἐσπουδασμένην ποιούμενος ὑπὲρ τῶν κατὰ τὰς διαβολὰς φίλτρων καὶ φαρμάκων. ἦν δὲ ἀκρατὴς ἐν τῷ λόγῳ καὶ κρίσεως ὀργιλαίτερος, καὶ τέλος οὕτως ἔχοντα γινώσκοντες αὐτὸν οἱ παρόντες θάνατον αὐτῆς κατεψηφίσαντο.
230
διενεχθείσης δὲ τῆς γνώμης ὑπεγίνετο μέν τι καὶ τοιοῦτον αὐτῷ τε καί τισιν τῶν παρόντων μὴ προπετῶς οὕτως ἀναιρεῖν, καταθέσθαι δὲ εἰς ἕν τι τῶν ἐν τῇ βασιλείᾳ φρουρίων.
231
ἐσπουδάσθη δὲ ταῖς περὶ τὴν Σαλώμην ἐκποδὼν ποιήσασθαι τὴν ἄνθρωπον καὶ μᾶλλον ἔπεισαν τὸν βασιλέα τὰς ταραχὰς τοῦ πλήθους, εἰ ζῶσα τύχοι, φυλάξασθαι συμβουλεύουσαι. Μαριάμμη μὲν οὖν οὕτως ἤγετο τὴν ἐπὶ θανάτῳ.