Book 15
220
ἀναφανδὸν δὲ τήν τε μητέρα καὶ τὴν ἀδελφὴν ἐπὶ δυσγενείᾳ διεχλεύαζεν καὶ κακῶς ἔλεγεν, ὥστʼ ἤδη στάσιν ἐν ταῖς γυναιξὶν εἶναι καὶ μῖσος ἄσπονδον, ἐν δὲ τῷ τότε καὶ διαβολὰς μείζονας.
221
ἥ τε ὑποψία τρεφομένη παρέτεινεν ἐνιαυτοῦ μῆκος ἐξ οὗ παρὰ Καίσαρος Ἡρώδης ὑπεστρόφει. τέλεον μέντοι προοικονομούμενον ἐκ πλείονος ἐξερράγη τοιαύτης ἀφορμῆς ἐγγενομένης·
222
κατακλινόμενος ὁ βασιλεὺς ὡς ἀναπαύσασθαι μεσημβρίας οὔσης ἐκάλει τὴν Μαριάμμην ὑπὸ φιλοστοργίας, ἧς ἀεὶ περὶ αὐτὴν εἶχεν. ἡ δὲ εἰσῆλθεν μέν, οὐ μὴν καὶ κατεκλίθη σπουδάζοντος ἐκφαυλίσασα καὶ προσλοιδορηθεῖσα, τόν τε πατέρα καὶ τὸν ἀδελφὸν αὐτῆς ὡς ἀπεκτόνοι.
223
χαλεπῶς δʼ ἐκείνου τὴν ὕβριν ἐνηνοχότος καὶ γεγονότος εἰς προπέτειαν ἑτοίμου, τῆς ταραχῆς αἰσθομένη μείζονος ἡ τοῦ βασιλέως ἀδελφὴ Σαλώμη παρεσκευασμένον ἐκ πλείστου τὸν οἰνοχόον εἰσπέμπει κελεύουσα λέγειν, ὡς πείθοι Μαριάμμη φίλτρον αὐτῇ συγκατασκευάσαι τῷ βασιλεῖ.
224
κἂν ταραχθῇ καὶ πυνθάνηται, τί ποτε τοῦτʼ ἦν, λέγειν ὅτι φάρμακον ἐκείνης μὲν ἐχούσης αὐτοῦ δὲ διακονῆσαι παρακαλουμένου, μὴ κινηθέντος δʼ ἐπὶ τῷ φίλτρῳ τὸν λόγον ἀργὸν ἐᾶν· οὐδένα γὰρ αὐτῷ κίνδυνον φέρειν. τοιαῦτα προδιδάξασα κατʼ ἐκεῖνον τὸν καιρὸν εἰσπέμπει διαλεξόμενον.
225
ὁ δὲ πιθανῶς ἅμα καὶ μετὰ σπουδῆς εἰσῄει, δῶρα μὲν αὐτῷ τὴν Μαριάμμην παρεσχῆσθαι λέγων, ἀναπείθειν δὲ φίλτρον αὐτῷ διδόναι. πρὸς τοῦτο διακινηθέντος καὶ τί τὸ φίλτρον εἴη ἐρωτήσαντος, φάρμακον εἶπεν ὑπʼ ἐκείνης διδόμενον, οὗ τὴν δύναμιν αὐτὸς οὐκ εἰδέναι, διὸ καὶ προσαγγεῖλαι τοῦτʼ ἀσφαλέστερον αὐτῷ καὶ τῷ βασιλεῖ διειληφότα.