Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 15

200 παρέσχεν δὲ καὶ τὴν ἄνυδρον διερχομένοις τὴν τῶν ἐπειγόντων χορηγίαν, ὡς μήτε οἴνου μήτε ὕδατος, ὃ καὶ μᾶλλον ἦν ἐν χρείᾳ τοῖς στρατιώταις, ὑστερηθῆναι. αὐτόν γε μὴν Καίσαρα ταλάντοις ὀκτακοσίοις ἐδωρήσατο καὶ παρέστησεν ἅπασιν ἔννοιαν λαβεῖν, ὅτι τῆς βασιλείας ἧς εἶχεν πολὺ μείζω καὶ λαμπρότερα κατὰ τὰς ὑπουργίας ἐπεδείκνυτο.
201 τοῦτʼ αὐτὸν καὶ μᾶλλον εἰς πίστιν εὐνοίας καὶ προθυμίας ἐπισυνίστη καὶ πλεῖστον ἠνέγκατο τῇ χρείᾳ τοῦ καιροῦ τὸ μεγαλόψυχον ἁρμόσας. ὁ δὲ καὶ πάλιν ἐπανιόντων ἀπʼ Αἰγύπτου τῶν πρώτων οὐδενὸς τὰς ὑπηρεσίας ἥττων ἐφάνη.
202 Τότε μέντοι γενόμενος ἐν τῇ βασιλείᾳ τεταραγμένην αὐτῷ τὴν οἰκίαν καταλαμβάνει καὶ χαλεπῶς ἐχούσας τήν τε γυναῖκα Μαριάμμην καὶ τὴν μητέρα τὴν ἐκείνης Ἀλεξάνδραν.
203 οἰηθεῖσαι γάρ, ὅπερ ἦν ὕποπτον, οὐκ εἰς ἀσφάλειαν τῶν σωμάτων εἰς ἐκεῖνο κατατεθῆναι τὸ χωρίον, ἀλλʼ ὡς φρουρᾷ μηθενὸς μήτε τῶν ἄλλων μήθʼ αὑτῶν ἐξουσίαν ἔχοιεν, χαλεπῶς ἔφερον.
204 ἥ τε Μαριάμμη τὸν μὲν ἔρωτα τοῦ βασιλέως ὑπόκρισιν ἄλλως καὶ πρὸς τὸ συμφέρον αὐτῷ γινομένην ἀπάτην ὑπελάμβανεν, ἤχθετο δὲ τῷ μηδʼ εἰ πάσχοι τι δεινὸν ἐκεῖνος ἐλπίδα τοῦ βιώσεσθαι διʼ αὐτὸν ἐσχηκέναι καὶ τὰς Ἰωσήπῳ δοθείσας ἐντολὰς ἀνεμνημόνευεν, ὥστʼ ἤδη διὰ θεραπείας εἶχεν τοὺς φρουροὺς καὶ μᾶλλον τὸν Σόαιμον, ἐν ἐκείνῳ τὸ πᾶν ἐπισταμένη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme