Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 15

184 παρετίθετο δὲ πάντα Φερώρᾳ τἀδελφῷ, καὶ τὴν μητέρα Κύπρον καὶ τὴν ἀδελφὴν καὶ τὴν γενεὰν ἅπασαν ἐν Μασάδοις κατεστήσατο παρακελευσάμενος, εἴ τι περὶ αὐτὸν ἀκούσαιεν δυσχερές, ἔχεσθαι τῶν πραγμάτων.
185 Μαριάμμην δὲ τὴν αὐτοῦ γυναῖκα, δυνατὸν γὰρ οὐκ ἦν ἐν διαφορᾷ τῇ πρὸς τὴν ἀδελφὴν καὶ τὴν μητέρα τὴν ἐκείνου δίαιταν τὴν αὐτὴν ἔχειν, ἐν Ἀλεξανδρείῳ σὺν Ἀλεξάνδρᾳ τῇ μητρὶ κατεστήσατο Ἰώσηπον τὸν ταμιαίαν καὶ τὸν Ἰτουραῖον Σόαιμον ἐπʼ αὐτῶν καταλιπών, πιστοτάτους μὲν ἐξ ἀρχῆς γενομένους αὐτῷ, τότε δὲ προφάσει τιμῆς φρουρεῖν ἀπολειφθέντας τὰς γυναῖκας.
186 ἦν δὲ κἀκείνοις ἐντολὴ μαθόντας τι περὶ αὐτοῦ δυσχερὲς ἐξ αὐτῆς ἀμφοτέρας μεταχειρίσασθαι, τὴν δὲ βασιλείαν εἰς δύναμιν τοῖς παισὶν αὐτοῦ σὺν τἀδελφῷ Φερώρᾳ διατηρεῖν.
187 Ταύτας δοὺς τὰς ἐντολὰς αὐτὸς εἰς Ῥόδον ἠπείγετο Καίσαρι συντυχεῖν. κἀπειδὴ κατέπλευσεν εἰς τὴν πόλιν, ἀφῄρητο μὲν τὸ διάδημα, τοῦ δʼ ἄλλου περὶ αὐτὸν ἀξιώματος οὐδὲν ὑφεικώς, ὅτε καὶ κοινωνῆσαι λόγου κατὰ τὴν συντυχίαν ἠξιώθη, πολὺ μᾶλλον ἐνέφηνεν τὸ μεγαλεῖον τοῦ κατʼ αὐτὸν φρονήματος,
188 οὔτʼ εἰς ἱκεσίαν, ὡς εἰκὸς ἐπὶ τοιούτοις, τραπόμενος οὔτε δέησίν τινα προτείνων ὡς ἐφʼ ἡμαρτημένοις, ἀποδοὺς δὲ τὸν λογισμὸν τῶν πεπραγμένων ἀνυποτιμήτως.
189 ἔλεγεν γὰρ τῷ Καίσαρι καὶ φιλίαν αὐτῷ γενέσθαι μεγίστην πρὸς Ἀντώνιον καὶ πάντα πρᾶξαι κατὰ τὴν αὐτοῦ δύναμιν, ὡς ἐπʼ ἐκείνῳ γενήσεται τὰ πράγματα, στρατείας μὲν οὐ κοινωνήσας κατὰ περιολκὰς τῶν Ἀράβων, πέμψας δὲ καὶ χρήματα καὶ σῖτον ἐκείνῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme