Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 15

162 τότε γὰρ ἀπέγνωστο αὐτῷ τε Ἡρώδῃ τὰ πράγματα καὶ τοῖς περὶ αὐτὸν ὁμοίως ἐχθροῖς τε καὶ φίλοις· οὐ γὰρ ἦν εἰκὸς ἀτιμώρητον μενεῖν τοσαύτης αὐτῷ φιλίας πρὸς Ἀντώνιον γεγενημένης.
163 ἦν οὖν τοῖς μὲν φίλοις ἀπόγνωσις τῶν κατʼ αὐτὸν ἐλπίδων, ὅσοι δʼ ἐχθρῶς εἶχον ἐδόκουν μὲν ἐξ ἐμφανοῦς συνάχθεσθαι, πάθος δὲ λεληθὸς ἐφηδομένων εἶχον ὡς ἀμείνονος τευξόμενοι τῆς μεταβολῆς.
164 αὐτός τε Ἡρώδης τὸν Ὑρκανὸν ὁρῶν μόνον ἐπʼ ἀξιώματος βασιλικοῦ συμφέρειν ᾤετο μηκέτʼ ἐμποδὼν ἐᾶν, εἰ μὲν περισωθείη καὶ διαφύγοι τὸν κίνδυνον, ἀσφαλὲς ἡγούμενος πρὸς τὸ μὴ τοῖς τοιούτοις αὐτοῦ καιροῖς ἐφορμεῖν ἄνδρα τυχεῖν τῆς βασιλείας ἀξιώτερον, εἰ δὲ καὶ πάσχοι τι διὰ Καίσαρος, φθόνῳ τὸν μόνον ἐπὶ τῆς βασιλείας γενησόμενον ἐπιθυμῶν ἐξελεῖν.
165 Ταῦτα δʼ αὐτοῦ διʼ ἐννοίας ἔχοντος ἐνεδόθη τι καὶ παρʼ ἐκείνων· ὁ μὲν γὰρ Ὑρκανὸς ἐπιεικείᾳ τρόπου καὶ τότε καὶ τὸν ἄλλον χρόνον οὐκ ἠξίου πολυπραγμονεῖν οὐδὲ νεωτέρων ἅπτεσθαι, συγχωρῶν τῇ τύχῃ πᾶν τὸ διʼ ἐκείνης γινόμενον ἠγαπηκέναι.
166 φιλόνεικος δʼ ἦν Ἀλεξάνδρα καὶ τὴν ἐλπίδα τῆς μεταβολῆς ἀκρατῶς φέρουσα λόγους ἐποιεῖτο πρὸς τὸν πατέρα, μὴ μέχρι παντὸς ἀναμεῖναι τὴν Ἡρώδου παρανομίαν εἰς τὸν αὐτῶν οἶκον, ἀλλὰ προλαβεῖν ἀσφαλείᾳ τὰς αὖθις ἐλπίδας,
167 καὶ γράφειν ἠξίου περὶ τούτων Μάλχῳ τῷ τὴν ἀραβαρχίαν ἔχοντι δέξασθαί τε αὐτὸν καὶ διʼ ἀσφαλείας ἔχειν· ὑπεξελθόντων γὰρ εἰ τὰ περὶ τὸν Ἡρώδην οὕτως χωρήσειεν, ὡς εἰκὸς ἐν ἔχθρᾳ Καίσαρος, αὐτοὺς ἔσεσθαι τοὺς τὴν ἀρχὴν ἀπολαμβάνοντας μόνους καὶ διὰ τὸ γένος καὶ διὰ τὴν εὔνοιαν τῶν ὄχλων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme