Book 15
7
πέρας τε κακῶν οὐδὲν ἦν· τὰ μὲν γὰρ ἡ πλεονεξία τοῦ κρατοῦντος ἐν χρείᾳ γεγενημένου διεφόρει, τὴν δὲ χώραν μένειν ἀγεώργητον τὸ ἑβδοματικὸν ἠνάγκαζεν ἔτος· ἐνεστήκει γὰρ τότε, καὶ σπείρειν ἐν ἐκείνῳ τὴν γῆν ἀπηγορευμένον ἐστὶν ἡμῖν.
8
Ἀντώνιος δὲ λαβὼν αἰχμάλωτον τὸν Ἀντίγονον δέσμιον ἔγνω μέχρι θριάμβου φυλάττειν, ἐπεὶ δʼ ἤκουσεν νεωτερίζειν τὸ ἔθνος κἀκ τοῦ πρὸς Ἡρώδην μίσους εὔνουν Ἀντιγόνῳ διαμένον, ἔγνω τοῦτον ἐν Ἀντιοχείᾳ πελεκίσαι· σχεδὸν γὰρ οὐδαμῶς ἠρεμεῖν ἠδύναντο οἱ Ἰουδαῖοι.
9
μαρτυρεῖ δέ μου τῷ λόγῳ Στράβων ὁ Καππάδοξ λέγων οὕτως· Ἀντώνιος δὲ Ἀντίγονον τὸν Ἰουδαῖον ἀχθέντα εἰς Ἀντιόχειαν πελεκίζει. καὶ ἔδοξε μὲν οὗτος πρῶτος Ῥωμαίων βασιλέα πελεκίσαι, οὐκ οἰηθεὶς ἕτερον τρόπον μεταθεῖναι ἂν τὰς γνώμας τῶν Ἰουδαίων, ὥστε δέξασθαι τὸν ἀντʼ ἐκείνου καθεσταμένον Ἡρώδην· οὐδὲ γὰρ βασανιζόμενοι βασιλέα ἀναγορεύειν αὐτὸν ὑπέμειναν·
10
οὕτως μέγα τι ἐφρόνουν περὶ τοῦ πρώτου βασιλέως. τὴν οὖν ἀτιμίαν ἐνόμισε μειώσειν τῆς πρὸς αὐτὸν μνήμης, μειώσειν δὲ καὶ τὸ πρὸς Ἡρώδην μῖσος. ταῦτα μὲν ὁ Στράβων.
11
Κατασχόντος δὲ τὴν βασιλείαν Ἡρώδου πυθόμενος Ὑρκανὸς ὁ ἀρχιερεύς, ἦν δὲ παρὰ Πάρθοις αἰχμάλωτος, ἀφικνεῖται πρὸς Ἡρώδην τῆς αἰχμαλωσίας ἀπολυθεὶς τρόπῳ τοιούτῳ·
12
Βαζαφράνης καὶ Πάκορος οἱ τῶν Πάρθων στρατηγοί, λαβόντες αἰχμαλώτους Ὑρκανὸν τὸν πρῶτον ἀρχιερέα γενόμενον εἶτα βασιλέα καὶ τὸν ἀδελφὸν Ἡρώδου Φασάηλον εἰς Πάρθους ἀνῆγον.
13
καὶ Φασάηλος μὲν οὐ φέρων τὴν ἐν τοῖς δεσμοῖς αἰσχύνην, πάσης δὲ ζωῆς κρείττονα τὸν μετὰ δόξης ἡγούμενος θάνατον αὐτὸς ἑαυτοῦ γίνεται φονεύς, καθὼς προεῖπον.