Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 15

137 ποῖον οὖν μεῖζον ἂν γένοιτο ἀσέβημα ἢ πρέσβεις ἀποκτεῖναι τοὺς ὑπὲρ τοῦ δικαίου διαλεγομένους; πῶς δʼ ἂν ἔτι δύναιντο ἢ περὶ τὸν βίον εὐσταθεῖν ἢ περὶ τὸν πόλεμον εὐτυχεῖν τοιούτων αὐτοῖς πεπραγμένων; ἐμοὶ μὲν οὐδαμῶς δοκοῦσιν.
138 ἴσως τοίνυν τὸ μὲν ὅσιον καὶ δίκαιόν ἐστιν μεθʼ ἡμῶν, ἀνδρειότεροι δὲ ἢ πλείους ἐκεῖνοι τετυχήκασιν. ἀλλὰ πρῶτον μὲν ἀνάξιον ὑμῖν ταῦτα λέγειν· μεθʼ ὧν γὰρ τὸ δίκαιόν ἐστιν μετʼ ἐκείνων ὁ θεός, θεοῦ δὲ παρόντος καὶ πλῆθος καὶ ἀνδρεία πάρεστιν.
139 ἵνα δὲ καὶ τὰ καθʼ αὑτοὺς ἐξετάσωμεν, ἐνικήσαμεν τῇ πρώτῃ μάχῃ· συμβαλόντες τὴν δευτέραν οὐδὲ ἀντέσχον ἡμῖν, ἀλλʼ ἔφυγον εὐθὺς οὐχ ὑπομείναντες τὴν ἔφοδον καὶ τὰ φρονήματα· νικῶσιν ἡμῖν Ἀθηνίων ἐπέθετο πόλεμον ἀκήρυκτον ἐπάγων.
140 πότερον ἀνδραγαθία τοῦτʼ ἔστιν ἐκείνων ἢ δευτέρα παρανομία καὶ ἐνέδρα; τί οὖν ἔλαττον φρονοῦμεν ἐφʼ οἷς μείζους ἔχειν δεῖ τὰς ἐλπίδας; πῶς δʼ ἂν καταπλαγείημεν τοὺς ὅταν μὲν ἐξ ἀληθείας ἀγωνίζωνται πάντοτε νικωμένους, ὅταν δὲ κρατεῖν νομισθῶσιν ἐξ ἀδικίας αὐτὸ ποιοῦντας;
141 πῶς δʼ ἄν, εἰ καὶ γενναίους ἡγεῖταί τις αὐτούς, οὐ παρʼ αὐτὸ τοῦτο καὶ μᾶλλον ὁρμηθείη; τὸ γὰρ εὔψυχον οὐκ ἐν τῷ τοῖς ἀσθενεστέροις ἐπιχειρεῖν, ἀλλʼ ἐν τῷ δύνασθαι καὶ τῶν ἰσχυροτέρων κρατεῖν.
142 εἰ δέ τινα καταπλήξεται τὰ οἰκεῖα πάθη καὶ τὰ περὶ τὸν σεισμὸν συμβεβηκότα, πρῶτον μὲν ἐννοηθήτω, διότι τοῦτʼ αὐτὸ καὶ τοὺς Ἄραβας ἐξαπατᾷ μείζω τὰ γενόμενα τῆς ἀληθείας ὑπειληφότας, ἔπειτα ὡς οὐ καλὸν ἐκείνοις τε τόλμης καὶ ἡμῖν δειλίας τὴν αὐτὴν αἰτίαν γενέσθαι·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme