Book 15
121
Ἐν τούτῳ καὶ τῆς ἐπʼ Ἀκτίῳ μάχης συνεσταμένης Καίσαρι πρὸς Ἀντώνιον ἑβδόμου δʼ ὄντος Ἡρώδῃ τῆς βασιλείας ἔτους σεισθεῖσα ἡ γῆ τῶν Ἰουδαίων, ὡς οὐκ ἄλλοτε ἐδόκει, τῶν ἐν τῇ χώρᾳ κτηνῶν πολὺν φθόρον ἐποίησεν.
122
ἐφθάρησαν δὲ καὶ τῶν ἀνθρώπων ὑπὸ ταῖς πεπτωκυίαις οἰκίαις περὶ τρισμυρίους· τὸ μέντοι στρατιωτικὸν ἐν ὑπαίθρῳ διαιτώμενον οὐδὲν ὑπὸ τοῦ πάθους κατεβλάβη.
123
ταῦτα πυνθανομένοις τοῖς Ἄραψιν καὶ μᾶλλον ἢ κατʼ ἀλήθειαν ἐξαγγελλόντων αὐτοῖς ὅσοι τοὺς ὑπὲρ τῶν γεγονότων λόγους τῷ μίσει τῶν ἀκουσομένων ἐχαρίζοντο μεῖζον ἐπῄει φρονεῖν, ὡς τῆς τε χώρας ἀνατετραμμένης τοῖς πολεμίοις καὶ διεφθορότων τῶν ἀνθρώπων μηδὲν ἔτι μηδʼ εἰς αὐτοὺς ἀντίπαλον καταλελεῖφθαι δοκεῖν.
124
καὶ τῶν τε Ἰουδαίων τοὺς πρέσβεις, ἧκον γὰρ ἐπὶ τοῖς γεγενημένοις, συλλαβόντες ἀπέκτειναν καὶ μετὰ πάσης προθυμίας ἐχώρουν ἐπὶ τὸ στρατιωτικὸν αὐτῶν.
125
οἱ δʼ οὔτε τὴν ἔφοδον ἐξεδέξαντο καὶ πρὸς τὰς συμφορὰς ἀθύμως διακείμενοι προΐεντο τὰ πράγματα, πλεῖστον ἀπογνώσεως ἐπʼ αὐτοῖς πεπονθότες· οὐ γὰρ ἦν οὔτε ἰσοτιμίας ἐλπὶς προηττημένοις ἐν ταῖς μάχαις οὔτε βοηθείας κεκακωμένων αὐτοῖς τῶν οἴκοι πραγμάτων.
126
οὕτως οὖν ἐχόντων ἐπῆγεν ὁ βασιλεὺς λόγῳ τε πείθων τοὺς ἡγεμόνας καὶ πειρώμενος ἀναλαμβάνειν αὐτῶν πεπτωκότα τὰ φρονήματα. προδιακινήσας δὲ καὶ παραθαρρύνας τινὰς τῶν ἀμεινόνων ἐτόλμησεν ἤδη καὶ τῷ πλήθει διαλέγεσθαι πρότερον ὀκνῶν αὐτό, μὴ καὶ χαλεπῷ χρήσηται διὰ τὰς ἀτυχίας. παρεκάλει δὲ τοιούτους ποιούμενος εἰς τὸν ὄχλον τοὺς λόγους·