Book 15
116
οὗτος γὰρ ὢν στρατηγὸς μὲν Κλεοπάτρας ἐπὶ τῶν ἐκεῖ, διάφορος δὲ Ἡρώδῃ, τὸ μέλλον οὐκ ἀπαρασκεύως ἐσκόπει, δρασάντων μέν τι λαμπρὸν τῶν Ἀράβων ἐγνωκὼς ἡσυχίαν ἄγειν, ἡττωμένων δέ, ὃ καὶ συνέβη, τοῖς ἀπὸ τῆς χώρας συνεληλυθόσι τῶν οἰκείων παρεσκευασμένος ἐπιτίθεσθαι τοῖς Ἰουδαίοις.
117
καὶ τότε κεκμηκόσι τε καὶ νικᾶν οἰομένοις ἀπροσδοκήτως ἐπιπεσὼν πολὺν ἐποίει φόνον· τάς τε γὰρ προθυμίας εἰς τοὺς ὁμολογουμένους ἐχθροὺς ἐκδαπανήσαντες οἱ Ἰουδαῖοι καὶ τῷ νικᾶν ἐπʼ ἀδείας χρώμενοι ταχὺ τῶν ἐπιχειρησάντων ἡττῶντο καὶ πολλὰς ἐλάμβανον πληγὰς ἐν χωρίοις ἀφίπποις καὶ πετρώδεσιν, ὧν πλείω τὴν ἐμπειρίαν εἶχον οἱ τὴν ἐπίθεσιν ποιησάμενοι.
118
κακῶς δὲ πασχόντων οἵ τε Ἄραβες αὑτοὺς ἀνειλήφεσαν καὶ πάλιν ὑποστρέψαντες ἔκτεινον ἤδη τετραμμένους. ἐγένοντο δὲ παντοδαπαὶ κτιννυμένων ἀπώλειαι, καὶ τῶν διαπιπτόντων οὐ πολλοὶ συνέφευγον εἰς τὸ στρατόπεδον.
119
ὁ δὲ βασιλεὺς Ἡρώδης ἀπεγνωκὼς τὰ κατὰ τὴν μάχην ἀφιππάζεται βοήθειαν ἄξων· οὐ μὴν ἔφθη καίπερ ἐσπουδακὼς ἐπαρκεῖν, ἀλλὰ τὸ μὲν στρατόπεδον ἥλω τῶν Ἰουδαίων, οἱ δʼ Ἄραβες οὐδὲ μετρίως εὐτυχήκεσαν ἐκ παραλόγου νίκην τε ἧς πλεῖστον ἀπεδέησαν ἀνειληφότες καὶ πολλὴν τῶν ἐναντίων ἀφῃρημένοι δύναμιν.
120
τοὐντεῦθεν ὁ μὲν Ἡρώδης λῃστείαις ἐχρῆτο καὶ τὰ πολλὰ κατατρέχων τὴν τῶν Ἀράβων ἐκάκου ταῖς ἐπιδρομαῖς στρατοπεδευόμενος ἐπὶ τῶν ὅρων, καὶ τὸ μὲν σύμπαν ἐξίστατο κατὰ τοὐμφανὲς εἰς χεῖρας ἐλθεῖν, οὐκ ἀζήμιος δὲ γινόμενος τῇ συνεχείᾳ καὶ τῷ φιλοπόνῳ τῶν τε οἰκείων ἐπεμελεῖτο παντὶ τρόπῳ τὸ πταῖσμα διορθούμενος.