Book 15
94
ἵνʼ οὖν μήτʼ ἀρνηθῇ παντάπασιν μήθʼ ὅσα προσέταττεν ἐκείνη διαπραξάμενος ἐκ φανεροῦ δόξῃ κακός, μέρη τῆς χώρας ἑκατέρου παρελόμενος τούτοις αὐτὴν ἐδωρήσατο.
95
δίδωσιν δὲ καὶ τὰς ἐντὸς Ἐλευθέρου ποταμοῦ πόλεις ἄχρις Αἰγύπτου χωρὶς Τύρου καὶ Σιδῶνος, ἐκ προγόνων εἰδὼς ἐλευθέρας, πολλὰ λιπαρούσης αὐτῆς αὐτῇ δοθῆναι.
96
Τούτων ἡ Κλεοπάτρα τυχοῦσα καὶ παραπέμψασα μέχρις Εὐφράτου τὸν Ἀντώνιον ἐπʼ Ἀρμενίαν στρατευόμενον ἀνέστρεφεν καὶ γίνεται μὲν ἐν Ἀπαμείᾳ καὶ Δαμασκῷ, παρῆλθεν δὲ καὶ εἰς τὴν Ἰουδαίαν Ἡρώδου συντυχόντος αὐτῇ καὶ τῆς τε Ἀραβίας τὰ δοθέντα καὶ τὰς περὶ τὸν Ἱεριχοῦντα προσόδους Ἡρώδου μισθωσαμένου· φέρει δʼ ἡ χώρα τὸ βάλσαμον, ὃ τιμιώτατον τῶν ἐκεῖ καὶ παρὰ μόνοις φύεται, τόν τε φοίνικα πολὺν καὶ καλόν.
97
ἐν τούτοις οὖσα καὶ πλείονος αὐτῇ συνηθείας πρὸς τὸν Ἡρώδην γινομένης διεπείραζεν εἰς συνουσίαν ἐλθεῖν τῷ βασιλεῖ, φύσει μὲν ἀπαρακαλύπτως ταῖς ἐντεῦθεν ἡδοναῖς χρωμένη, τάχα δέ τι καὶ παθοῦσα πρὸς αὐτὸν ἐρωτικὸν ἢ καὶ τὸ πιθανώτερον ἀρχὴν ἐνέδρας τὴν ἐπʼ αὐτῇ γενησομένην ὕβριν ὑποκατασκευάζουσα· τὸ δὲ σύμπαν ἐξ ἐπιθυμίας ἡττῆσθαι διέφαινεν.
98
Ἡρώδης δὲ καὶ πάλαι μὲν οὐκ εὔνους ἦν τῇ Κλεοπάτρᾳ χαλεπὴν εἰς ἅπαντας ἐπιστάμενος, τότε δὲ καὶ μισεῖν ἀξιῶν, εἰ διʼ ἀσέλγειαν εἰς τοῦτο πρόεισιν, καὶ φθῆναι τιμωρούμενος, εἰ ἐνεδρεύουσα τοιούτοις ἐγχειροίη, τοὺς μὲν λόγους αὐτῆς διεκρούσατο, βουλὴν δʼ ἐποιήσατο σὺν τοῖς φίλοις ὑποχείριον ἔχων ἀποκτεῖναι·