Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 15

71 Ἐν δὲ τούτῳ καὶ λόγος ἐγένετο κατὰ τὴν πόλιν τῶν Ἱεροσολυμιτῶν παρὰ τῶν ἐν ἔχθει τὸν Ἡρώδην ἐχόντων, ὡς Ἀντώνιος αἰκισάμενος αὐτὸν ἀποκτείνειεν. ἡ δὲ φήμη πάντας μὲν ἐτάραξεν, ὡς εἰκός, τοὺς περὶ τὸ βασίλειον, μάλιστα δὲ καὶ τὰς γυναῖκας.
72 Ἀλεξάνδρα δὲ καὶ τὸν Ἰώσηπον ἀναπείθει τῶν βασιλείων ἐξελθόντα σὺν αὐταῖς προσφυγεῖν τοῖς σημείοις τοῦ Ῥωμαϊκοῦ τάγματος, ὃ τότε περὶ τὴν πόλιν ἐπὶ φρουρᾷ τῆς βασιλείας ἐστρατοπέδευεν ἡγουμένου υἱοῦ ἰούδα·
73 διὰ γὰρ τοῦτο πρῶτον μέν, εἰ καί τις ἀπαντήσειεν ταραχὴ περὶ τὴν αὐλήν, ἐν ἀσφαλεστέρῳ διάξειν αὐτοὶ Ῥωμαίους εὐμενεῖς ἔχοντες· ἔπειτα καὶ τεύξεσθαι παντὸς ἠλπικέναι τὴν Μαριάμμην Ἀντωνίου θεασαμένου, διʼ οὗ καὶ τὴν ἀρχὴν ἀναλήψεσθαι καὶ μηδενὸς ὑστερήσειν ὧν εἰκὸς τοῖς ἐν εὐγενείᾳ βασιλικῇ γεγονόσιν.
74 Ἐπὶ τούτων δὲ τῶν λογισμῶν τετυχηκόσιν αὐτοῖς γράμματα παρʼ Ἡρώδου περὶ τῶν ὅλων ἀφίκετο τῆς φήμης ἐναντία καὶ τῶν προλαληθέντων.
75 ἐπειδὴ γὰρ ἐγένετο παρʼ Ἀντωνίῳ, ταχὺ μὲν αὐτὸν ἀνεκτήσατο τοῖς δώροις ἃ φέρων ἧκεν ἐκ τῶν Ἱεροσολύμων, ταχὺ δὲ ταῖς ὁμιλίαις παρεστήσατο χαλεπῶς ἔχειν εἰς αὐτόν, οἵ τε τῆς Κλεοπάτρας λόγοι πρὸς τὴν ἐξ ἐκείνου θεραπείαν ἧττον ἠδυνήθησαν·
76 οὐ γὰρ ἔφη καλῶς ἔχειν Ἀντώνιος βασιλέα περὶ τῶν κατὰ τὴν ἀρχὴν γεγενημένων εὐθύνας ἀπαιτεῖν· οὕτως γὰρ ἂν οὐδὲ βασιλεὺς εἴη· δόντας δὲ τὴν τιμὴν καὶ τῆς ἐξουσίας καταξιώσαντας ἐᾶν αὐτῇ χρῆσθαι. τὸ δʼ αὐτὸ καὶ τῇ Κλεοπάτρᾳ μὴ πολυπραγμονεῖσθαι τὰ περὶ τὰς ἀρχὰς συμφέρειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme