Book 15
65
ὁ δὲ τήν τε αἰτίαν δεδοικὼς καὶ τὴν Κλεοπάτρας δυσμένειαν, ὡς οὐκ ἀνῆκεν ἐξεργαζομένη κακῶς αὐτῷ τὸν Ἀντώνιον ἔχειν, ἔγνω μὲν ὑπακούειν, οὐδὲ γὰρ ἄλλο τι πράττειν ἐνῆν, καταλιπὼν δὲ τὸν θεῖον αὐτοῦ Ἰώσηπον ἐπίτροπον τῆς ἀρχῆς καὶ τῶν ἐκεῖ πραγμάτων ἐνετείλατο λεληθότως, εἰ πάθοι τι παρʼ Ἀντωνίῳ, παραχρῆμα καὶ τὴν Μαριάμμην ἀνελεῖν·
66
αὐτός τε γὰρ ἔχειν φιλοστόργως πρὸς τὴν γυναῖκα καὶ δεδοικέναι τὴν ὕβριν, εἰ καὶ τεθνηκότος ἐκείνη κατʼ εὐμορφίαν ἄλλῳ τινὶ σπουδάζοιτο.
67
τὸ δὲ σύμπαν ἐνέφαινεν ὁρμὴν Ἀντωνίου περὶ τὴν ἄνθρωπον, ὅτι καὶ πάλαι παρακηκοὼς ὑπὲρ τῆς εὐμορφίας ἐτύγχανεν. Ἡρώδης μὲν οὖν ἐπιστείλας ταῦτα καὶ τὰς ἐλπίδας οὐκ ἀσφαλεῖς ἔχων ὑπὲρ τῶν ὅλων ἀπῄει πρὸς Ἀντώνιον.
68
Ὁ δὲ Ἰώσηπος ἐπὶ τῆς διοικήσεως ὢν τῶν ἐν τῇ βασιλείᾳ πραγμάτων καὶ διὰ τοῦτο συνεχὲς ἐντυγχάνων τῇ Μαριάμμῃ περί τε τὰς πραγματείας καὶ τιμῆς ἕνεκεν, ἣν ἔδει βασιλευούσῃ παρʼ αὐτοῦ γενέσθαι, καθίει συνεχεῖς ὁμιλίας ὑπὲρ τῆς Ἡρώδου πρὸς αὐτὴν εὐνοίας καὶ φιλοστοργίας.
69
ἐξειρωνευομένων δὲ γυναικείως τοὺς λόγους καὶ μάλιστα τῆς Ἀλεξάνδρας, ὑπερεσπουδακὼς ὁ Ἰώσηπος ἐπιδεῖξαι τὴν διάνοιαν τοῦ βασιλέως προήχθη καὶ τὰ περὶ τὴν ἐντολὴν εἰπεῖν, πίστιν αὐτὰ ποιούμενος ὡς οὐδὲ χωρὶς ἐκείνης ζῆν δύναται κἂν εἰ πάσχοι δεινόν τι οὐκ ἀξιοῦντος οὐδὲ θανάτῳ διεζεῦχθαι.
70
ταῦτα μὲν Ἰώσηπος. αἱ δὲ γυναῖκες, ὡς εἰκός, οὐ τὸ φιλόστοργον τῆς περὶ τὸν Ἡρώδην διαθέσεως, τὸ δὲ χαλεπόν, εἰ μηδʼ ἀποθνήσκοντος ὑστερήσειεν ἀπωλείας καὶ θανάτου τυραννικοῦ, προλαμβάνουσαι χαλεπὴν τὴν ὑπόνοιαν τοῦ ῥηθέντος εἶχον.