Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 15

 
λέγεται δὲ κατʼ ἐκεῖνον τὸν καιρὸν οἰκοδομουμένου τοῦ ναοῦ τὰς μὲν ἡμέρας οὐχ ὕειν, ἐν δὲ ταῖς νυξὶ γίνεσθαι τοὺς ὄμβρους, ὡς μὴ κωλυσιεργεῖν. καὶ τοῦτον τὸν λόγον οἱ πατέρες ἡμῖν παρέδωκαν, οὐδʼ ἐστὶν ἄπιστον, εἰ καὶ πρὸς τὰς ἄλλας ἀπίδοι τις ἐμφανείας τοῦ θεοῦ. τὰ μὲν οὖν περὶ τὸν ναὸν ἐξῳκοδομήθη τοῦτον τὸν τρόπον.
← Previous 12 / 12

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme