Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 14

484 διεκώλυέ τε καὶ τὰς κατὰ τὴν πόλιν ἁρπαγάς, πολλὰ διατεινάμενος πρὸς Σόσσιον, εἰ χρημάτων τε καὶ ἀνδρῶν Ῥωμαῖοι τὴν πόλιν κενώσαντες καταλείψουσιν αὐτὸν ἐρημίας βασιλέα, καὶ ὡς ἐπὶ τοσούτῳ πολιτῶν φόνῳ βραχὺ καὶ τὴν τῆς οἰκουμένης ἡγεμονίαν ἀντάλλαγμα κρίνει.
485 τοῦ δὲ ἀντὶ τῆς πολιορκίας τὰς ἁρπαγὰς δικαίως τοῖς στρατιώταις ἐπιτρέπειν φαμένου, αὐτὸς ἔφη διανεμεῖν ἐκ τῶν ἰδίων χρημάτων τοὺς μισθοὺς ἑκάστοις.
486 οὕτως τε τὴν λοιπὴν ἐξωνησάμενος πόλιν τὰς ὑποσχέσεις ἐπλήρωσεν· λαμπρῶς μὲν γὰρ ἕκαστον στρατιώτην, ἀναλόγως δὲ τοὺς ἡγεμόνας, βασιλικώτατα δʼ αὐτὸν ἐδωρήσατο Σόσσιον, ὡς πάντας ἀπελθεῖν χρημάτων εὐποροῦντας.
487 Τοῦτο τὸ πάθος συνέβη τῇ Ἱεροσολυμιτῶν πόλει ὑπατεύοντος ἐν Ῥώμῃ Μάρκου Ἀγρίππα καὶ Κανιδίου Γάλλου ἐπὶ τῆς ἑκατοστῆς ὀγδοηκοστῆς καὶ πέμπτης ὀλυμπιάδος τῷ τρίτῳ μηνὶ τῇ ἑορτῇ τῆς νηστείας, ὥσπερ ἐκ περιτροπῆς τῆς γενομένης ἐπὶ Πομπηίου τοῖς Ἰουδαίοις συμφορᾶς·
488 καὶ γὰρ ὑπʼ ἐκείνου τῇ αὐτῇ ἑάλωσαν ἡμέρᾳ μετὰ ἔτη εἰκοσιεπτά. Σόσσιος δὲ χρυσοῦν ἀναθεὶς τῷ θεῷ στέφανον ἀνέζευξεν ἀπὸ Ἱεροσολύμων Ἀντίγονον ἄγων δεσμώτην Ἀντωνίῳ.
489 δείσας δὲ Ἡρώδης μὴ φυλαχθεὶς Ἀντίγονος ὑπʼ Ἀντωνίου καὶ κομισθεὶς εἰς Ῥώμην ὑπʼ αὐτοῦ δικαιολογήσηται πρὸς τὴν σύγκλητον, ἐπιδεικνὺς αὐτὸν μὲν ἐκ βασιλέων, Ἡρώδην δὲ ἰδιώτην, καὶ ὅτι προσῆκεν αὐτοῦ βασιλεύειν τοὺς παῖδας διὰ τὸ γένος, εἰ καὶ αὐτὸς εἰς Ῥωμαίους ἐξήμαρτεν·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme