Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 14

462 Τότε μὲν οὖν ὁ βασιλεύς, ὀψία γὰρ ἦν, δειπνοποιεῖσθαι κελεύει τοὺς στρατιώτας, αὐτὸς δέ, ἐκεκμήκει γάρ, εἰσελθὼν εἴς τι δωμάτιον περὶ λουτρὸν ἦν. ἔνθα καὶ κίνδυνος αὐτῷ μέγιστος συνέπεσεν, ὃν κατὰ θεοῦ πρόνοιαν διέφυγεν·
463 γυμνοῦ γὰρ ὄντος αὐτοῦ καὶ μετὰ παιδὸς ἑνὸς ἀκολούθου λουομένου ἐν τῷ ἐντὸς οἰκήματι τῶν πολεμίων τινὲς ὡπλισμένοι συμπεφευγότες αὐτόθι διὰ φόβον μεταξὺ λουομένου ὁ πρῶτος ὑπεξέρχεται ξίφος ἔχων γυμνὸν καὶ διὰ θυρῶν χωρεῖ, καὶ μετὰ τοῦτον δεύτερος καὶ τρίτος ὁμοίως ὡπλισμένοι, οὐδὲν βλάψαντες τὸν βασιλέα ὑπʼ ἐκπλήξεως, ἀγαπῶντες δὲ τὸ μηδὲν αὐτοὶ παθόντες εἰς τὸ πρόσθεν διεκπεσεῖν.
464 τῇ δʼ ὑστεραίᾳ τὴν μὲν Πάππου κεφαλήν, ἀνῄρητο γάρ, ἀποκόψας Φερώρᾳ ἔπεμψεν ποινὴν ἀνθʼ ὧν ὁ ἀδελφὸς αὐτοῦ πάθοι· οὗτος γὰρ ἦν αὐτόχειρ ἐκείνου γεγενημένος.
465 Λήξαντος δὲ τοῦ χειμῶνος ἄρας ἐκεῖθεν ἐγγὺς τῶν Ἱεροσολύμων ἔρχεται καὶ πλησίον στρατοπεδεύεται τῆς πόλεως· τρίτον δὲ ἔτος τοῦτο ἦν αὐτῷ ἐξ οὗ βασιλεὺς ἐν Ῥώμῃ ἀποδέδεικτο.
466 ἀναστρατοπεδευσάμενος δὲ καὶ πλησίον ἐλθὼν τοῦ τείχους κατὰ τὸ ἐπιμαχώτατον πρὸ τοῦ ἱεροῦ στρατοπεδεύεται προσβαλεῖν διεγνωκώς, ὡς καὶ πρότερόν ποτε Πομπήιος. τρισὶν δὲ διαλαβὼν χώμασιν τὸν τόπον πύργους ἀνίστα πολλῇ τε χειρὶ πρὸς τὸ ἔργον χρώμενος καὶ τέμνων τὴν πέριξ ὕλην.
467 παρακαταστήσας δὲ τοῖς ἔργοις τοὺς ἐπιτηδείους, ἱδρυμένης ἔτι τῆς στρατιᾶς αὐτὸς εἰς Σαμάρειαν ἐπὶ τὸν γάμον ᾤχετο ἀξόμενος τὴν Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου θυγατέρα· ταύτην γὰρ ἦν ἐγγεγυημένος, ὥς μοι καὶ πρότερον εἴρηται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme