Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 14

429 ἐξαφθέντων τε τῶν ἄντρων, πολλὴ γὰρ ἦν ἐν αὐτοῖς ὕλη, πρεσβύτης τις ἀπειλημμένος ἔνδον σὺν ἑπτὰ τέκνοις καὶ γυναικί, δεομένων τούτων ἐᾶσαι σφᾶς ὑπεξελθεῖν πρὸς τοὺς πολεμίους, στὰς ἐπὶ τοῦ στομίου τὸν ἀεὶ πρῶτον ἐξιόντα τῶν παίδων ἀπέσφαττεν, εἰς ὃ πάντας διεχρήσατο, ἔπειτα δὲ καὶ τὴν γυναῖκα, καὶ ῥίψας κατὰ τοῦ κρημνοῦ τοὺς νεκροὺς ἐπικατέβαλεν ἑαυτὸν θάνατον πρὸ δουλείας ὑπομένων.
430 πολλὰ δὲ πρῶτον ὠνείδισεν τὸν Ἡρώδην εἰς ταπεινότητα καί τοι τοῦ βασιλέως, ἦν γὰρ ἄποπτα αὐτῷ τὰ γινόμενα, δεξιάν τε προτείνοντος καὶ πᾶσαν ἄδειαν. τὰ μὲν οὖν σπήλαια τούτων γενομένων ἤδη πάντα ἐκεχείρωτο.
431 Καταστήσας δʼ ὁ βασιλεὺς τοῖς αὐτόθι στρατηγὸν Πτολεμαῖον εἰς Σαμάρειαν ᾤχετο σὺν ἱππεῦσιν ἑξακοσίοις ὁπλίταις δὲ τρισχιλίοις ὡς μάχῃ κριθησόμενος πρὸς Ἀντίγονον.
432 οὐ μὴν τῷ Πτολεμαίῳ προυχώρησεν τὰ κατὰ τὴν στρατηγίαν, ἀλλʼ οἱ καὶ πρότερον τὴν Γαλιλαίαν ταράξαντες ἐπεξελθόντες αὐτὸν διεχρήσαντο καὶ τοῦτο δράσαντες συμφεύγουσιν εἴς τε τὰ ἕλη καὶ τὰ δύσβατα τῶν χωρίων, ἄγοντες καὶ διαρπάζοντες τὴν αὐτόθι πᾶσαν.
433 τιμωρεῖται δὲ τούτους Ἡρώδης ἐπανελθών· τοὺς μὲν γὰρ ἀναιρεῖ τῶν ἀποστάντων, τοὺς δʼ ἀναφυγόντας εἰς ἐρυμνὰ χωρία πολιορκίᾳ παραστησάμενος αὐτούς τε ἀπέκτεινεν καὶ τὰ ἐρύματα κατέσκαψεν. ἐζημίωσε δὲ παύσας οὕτως τὴν νεωτεροποιίαν καὶ τὰς πόλεις ἑκατὸν ταλάντοις.
434 Ἐν δὲ τῷ μεταξὺ Πακόρου πεσόντος ἐν μάχῃ καὶ τῶν Πάρθων πταισάντων πέμπει βοηθὸν ὁ Βεντίδιος Ἡρώδῃ Μαχαιρᾶν σὺν δυσὶ τάγμασι καὶ χιλίοις ἱππεῦσιν ἐπισπεύδοντος Ἀντωνίου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme