Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 14

10 οὗτος τοίνυν ὁ Ἀντίπατρος Ἀντίπας τὸ πρῶτον ἐκαλεῖτο καὶ τῷ πατρὶ αὐτοῦ τοῦτο γὰρ ἦν τὸ ὄνομα, ὃν Ἀλεξάνδρου τοῦ βασιλέως καὶ τῆς γυναικὸς αὐτοῦ στρατηγὸν ἀποδειξάντων ὅλης τῆς Ἰδουμαίας ποιήσασθαι φιλίαν πρὸς τοὺς ὁμοροῦντας αὐτῷ Ἄραβας καὶ Γαζαίους καὶ Ἀσκαλωνίτας λέγουσιν πολλαῖς αὐτοὺς καὶ μεγάλαις ἐξιδιωσάμενον δωρεαῖς.
11 τὴν οὖν Ἀριστοβούλου δυναστείαν ὁ νεώτερος Ἀντίπατρος ὑφορώμενος καὶ δεδιώς, μή τι πάθῃ διὰ τὸ πρὸς αὐτὸν μῖσος, ἐπισυνιστᾷ κατʼ αὐτοῦ κρύφα διαλεγόμενος τῶν Ἰουδαίων τοὺς δυναστεύοντας, ἄδικον εἶναι λέγων περιορᾶν Ἀριστόβουλον ἀδίκως ἔχοντα τὴν ἀρχήν, καὶ τὸν μὲν ἀδελφὸν ταύτης ἐκβεβληκότα πρεσβύτερον ὄντα, κατέχοντα δʼ αὐτὴν οὖσαν ἐκείνου διὰ τὸ πρεσβεῖον.
12 τούτους τε συνεχῶς πρὸς τὸν Ὑρκανὸν ποιούμενος διετέλει τοὺς λόγους, καὶ ὅτι κινδυνεύσει τῷ ζῆν, εἰ μὴ φυλάξαιτο ποιήσας αὑτὸν ἐκποδών· τοὺς γὰρ φίλους τοὺς Ἀριστοβούλου μηδένα παραλείπειν καιρὸν ἔλεγεν συμβουλεύοντας αὐτὸν ἀνελεῖν ὡς τότε βεβαίως ἕξοντα τὴν ἀρχήν.
13 τούτοις Ὑρκανὸς ἠπίστει τοῖς λόγοις φύσει χρηστὸς ὢν καὶ διαβολὴν διʼ ἐπιείκειαν οὐ προσιέμενος ῥᾳδίως. ἐποίει δʼ αὐτὸν τὸ ἄπραγμον καὶ τὸ παρειμένον τῆς διανοίας τοῖς ὁρῶσιν ἀγεννῆ καὶ ἄνανδρον δοκεῖν· τῆς δʼ ἐναντίας φύσεως ἦν Ἀριστόβουλος, δραστήριος καὶ διεγηγερμένος τὸ φρόνημα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme