Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 14

321 τὴν ἀπόνοιαν τὴν ἐκείνου τοῖς ὅπλοις κρατήσαντες διατάγμασιν καὶ κρίμασιν ἐπανορθούμεθα τὰ ὑπʼ αὐτοῦ διηρπασμένα, ὥστε ἀποκατασταθῆναι ταῦτα τοῖς συμμάχοις ἡμῶν· καὶ ὅσα ἐπράθη Ἰουδαίων ἤτοι σώματα Ἰουδαίων ἢ κτῆσις ταῦτα ἀφεθήτω, τὰ μὲν σώματα ἐλεύθερα, ὡς ἦν ἀπʼ ἀρχῆς, ἡ δὲ κτῆσις τοῖς πρότερον κυρίοις.
322 τὸν δʼ οὐχ ὑπακούσαντα τῷ ἐμῷ διατάγματι δίκην συστήσασθαι βούλομαι, κἂν ἁλῷ τότε κατὰ τὴν τοῦ πράγματος ἀξίαν μελήσει μοι ἐπεξελθεῖν τὸν οὐχ ὑπακούσαντα.
323 Τὸ δʼ αὐτὸ τοῦτο καὶ Σιδωνίοις καὶ Ἀντιοχεῦσιν καὶ Ἀραδίοις ἔγραψεν. παρεθέμεθα μὲν οὖν καὶ ταῦτα εὐκαίρως τεκμήρια γενησόμενα ἧς φαμὲν Ῥωμαίους ποιήσασθαι προνοίας ὑπὲρ τοῦ ἡμετέρου ἔθνους.
324 Μετὰ δὲ ταῦτα εἰς Συρίαν Ἀντωνίου παραγενομένου Κλεοπάτρα περὶ Κιλικίαν ἐντυχοῦσα διʼ ἔρωτος αὐτὸν ἐκεχείρωτο. καὶ δὴ πάλιν Ἰουδαίων ἑκατὸν οἱ δυνατώτατοι παραγίνονται πρὸς αὐτὸν κατηγοροῦντες Ἡρώδου καὶ τῶν περὶ αὐτὸν προστησάμενοι σφῶν τοὺς δεινοτάτους λέγειν.
325 ἀντέλεγεν δὲ αὐτοῖς Μεσσάλας ὑπὲρ τῶν νεανίσκων παρόντος καὶ Ὑρκανοῦ, ὃς κηδεστὴς ἐτύγχανεν ἤδη γεγενημένος. ἀκροασάμενος δὲ ἀμφοτέρων Ἀντώνιος ἐπὶ Δάφνης πυνθάνεται Ὑρκανοῦ, πότεροι τοῦ ἔθνους ἄμεινον προΐστανται·
326 φήσαντος δὲ τοὺς περὶ Ἡρώδην, Ἀντώνιος καὶ πάλαι οἰκείως ἔχων πρὸς αὐτοὺς διὰ τὴν πατρῴαν ξενίαν, ἣν ἡνίκα σὺν Γαβινίῳ παρῆν ἐπεποίητο πρὸς τὸν πατέρα αὐτῶν, τούτους μὲν ἀμφοτέρους τετράρχας καθίστησιν καὶ τὰ Ἰουδαίων αὐτοῖς ἐπιτρέπει πράγματα, γράφει δὲ καὶ γράμματα πεντεκαίδεκα τῶν ἀντιστασιαστῶν ἔδησεν, μέλλοντος δὲ καὶ κτείνειν αὐτοὺς παρῃτήσαντο οἱ περὶ Ἡρώδην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme