Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 14

289 ὡς δὲ Λαοδίκειαν ᾑρηκότος Κασσίου πρὸς αὐτὸν ἀπῄεσαν κοινῇ στεφάνους τε αὐτῷ καὶ χρήματα κομίζοντες, Ἡρώδης μὲν προσεδόκα δώσειν τὸν Μάλιχον τιμωρίαν ἐκεῖ γενόμενον,
290 ὁ δὲ περὶ Τύρον τῆς Φοινίκης ὑπιδόμενος τὸ πρᾶγμα μειζόνων ἐφήπτετο, καὶ τοῦ παιδὸς αὐτῷ ὁμηρεύοντος ἐν Τύρῳ παρελθὼν εἰς τὴν πόλιν ἔγνω τοῦτόν τε ὑπεκκλέψαι καὶ εἰς τὴν Ἰουδαίαν ἀπαίρειν σπεύδοντος ἐπʼ Ἀντώνιον Κασσίου τό τε ἔθνος ἀποστήσας αὐτὸς τὴν ἀρχὴν κατέχειν.
291 τοῖς δὲ βεβουλευμένοις ὅ τε δαίμων ἀντέπραξεν καὶ δεινὸς ὢν Ἡρώδης τὴν προαίρεσιν αὐτοῦ κατανοῆσαι, ὃς προεισπέμψας θεράποντα τῷ μὲν δοκεῖν ἐπὶ δείπνου παρασκευήν, καὶ γὰρ ἑστιάσειν αὐτοὺς ἅπαντας προειρήκει, ταῖς δʼ ἀληθείαις πρὸς τοὺς χιλιάρχους, ἐξελθεῖν ἐπὶ Μάλιχον πείθει μετὰ ξιφιδίων.
292 οἱ δʼ ἐπεξελθόντες καὶ πλησίον τῆς πόλεως αὐτῷ περιτυχόντες ἐπὶ τοῦ αἰγιαλοῦ κατακεντοῦσι τὸν ἄνδρα. Ὑρκανὸς μὲν οὖν ὑπʼ ἐκπλήξεως τοῦ γεγονότος εἰς ἀφωνίαν ἐτράπη, μόλις δʼ ἀνενεγκὼν ἐπυνθάνετο τῶν περὶ Ἡρώδην, ὅ τι ποτε εἴη τὸ γεγενημένον καὶ τίς ὁ Μάλιχον ἀνῃρηκώς.
293 εἰπόντων δὲ Κάσσιον τοῦτο προστάξαι, ἐπῄνεσεν τὸ ἔργον, πονηρὸν γὰρ εἶναι πάνυ καὶ τῆς πατρίδος ἐπίβουλον. καὶ Μάλιχος μὲν ταύτην ὑπὲρ τῆς εἰς Ἀντίπατρον παρανομίας δίκην ἐξέτισεν.
294 Κασσίου δʼ ἐκ Συρίας ἀπάραντος ταραχὴ γίνεται κατὰ τὴν Ἰουδαίαν· Ἔλιξ γὰρ ὑπολειφθεὶς ἐν Ἱεροσολύμοις μετὰ στρατιᾶς ὥρμησεν ἐπὶ Φασάηλον ὅ τε δῆμος ἔνοπλος ἦν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme