Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 14

283 καὶ Ἀντίπατρος μὲν εὐσεβείᾳ τε καὶ δικαιοσύνῃ διενεγκὼν καὶ τῇ περὶ τὴν πατρίδα σπουδῇ τοῦτον ἐτελεύτησεν τὸν τρόπον. τῶν δὲ παίδων αὐτοῦ Ἡρώδης μὲν εὐθὺς ἔγνω τιμωρεῖν τῷ πατρὶ μετὰ στρατιᾶς ἐπὶ Μάλιχον ἐλθών. Φασαήλῳ δὲ τῷ πρεσβυτέρῳ δόλῳ μᾶλλον ἐδόκει περιγίνεσθαι τἀνδρός, μὴ πολέμου κατάρχειν νομισθῶσιν ἐμφυλίου.
284 τήν τε οὖν ἀπολογίαν τὴν Μαλίχου προσδέχεται καὶ πιστεύειν ὑποκρίνεται μηδὲν αὐτὸν περὶ τὸν Ἀντιπάτρου θάνατον κακουργῆσαι, τάφον τε ἐκόσμει τῷ πατρί. καὶ παραγενόμενος Ἡρώδης εἰς Σαμάρειαν καὶ καταλαβὼν αὐτὴν κεκακωμένην ἀνεκτᾶτο καὶ τὰ νείκη διέλυε τοῖς ἀνθρώποις.
285 Μετʼ οὐ πολὺ δʼ ἐνστάσης τῆς ἐν Ἱεροσολύμοις ἑορτῆς παρεγίνετο σὺν τοῖς στρατιώταις εἰς τὴν πόλιν, καὶ δείσας ὁ Μάλιχος ἀνέπεισεν Ὑρκανὸν μὴ ἐπιτρέπειν αὐτῷ εἰσιέναι. καὶ πείθεται μὲν Ὑρκανός, προβέβλητο δὲ αἰτίαν τῆς ἀποκωλύσεως τὸ μὴ δεῖν ὄχλον ἀλλοδαπὸν ἁγνεύοντος εἰσδέχεσθαι τοῦ πλήθους.
286 ὀλίγον δὲ φροντίσας Ἡρώδης τῶν ἀγγέλων νύκτωρ εἴσεισιν εἰς τὴν πόλιν καὶ φοβερὸς ἦν τῷ Μαλίχῳ, ὁ δʼ οὐκ ἀνίησιν τὴν ὑπόκρισιν, ἀλλʼ ἐδάκρυεν τὸν Ἀντίπατρον καὶ ἀνεκαλεῖτο φανερῶς ὡς φίλος, κρύφα δὲ φυλακὴν τοῦ σώματος ἐποιεῖτο.
287 ἔδοξε δὲ καὶ τοῖς περὶ Ἡρώδην μὴ ἀπελέγχειν αὐτοῦ τὴν προσποίησιν, ἀλλὰ καὶ αὐτοὺς εἰς τὸ ἀνύποπτον ἀντιφιλοφρονεῖσθαι τὸν Μάλιχον.
288 Κασσίῳ μέντοι περὶ τῆς τελευτῆς τοῦ πατρὸς Ἡρώδης ἐπέστελλεν, κἀκεῖνος εἰδώς, οἷος εἴη τὸν τρόπον Μάλιχος, ἀντεπιστέλλει τιμωρεῖν τῷ πατρί, καὶ λάθρα διαπέμπει πρὸς τοὺς ἐν Τύρῳ χιλιάρχους κελεύων αὐτοὺς συμπράττειν Ἡρώδῃ δίκαια μέλλοντι πράξειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme