Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 14

277 Ἐπεὶ δὲ Κάσσιος ἐκ τῆς Ἰουδαίας ἀπῆρεν, Μάλιχος ἐπεβούλευσεν Ἀντιπάτρῳ τὴν τούτου τελευτὴν ἀσφάλειαν Ὑρκανοῦ τῆς ἀρχῆς εἶναι νομίζων. οὐ μὴν ἔλαθεν τὸν Ἀντίπατρον ταῦτα φρονῶν, ἀλλʼ αἰσθόμενος γὰρ ἐκεῖνος ἐχώρει πέραν Ἰορδάνου καὶ στρατὸν Ἀράβιον ἅμα καὶ ἐγχώριον συνήθροιζεν.
278 δεινὸς δὲ ὢν ὁ Μάλιχος ἠρνεῖτο μὲν τὴν ἐπιβουλήν, ἀπολογούμενος δὲ μεθʼ ὅρκων αὐτῷ τε καὶ τοῖς παισίν, καὶ ὡς Φασαήλου μὲν Ἱεροσόλυμα φρουροῦντος, Ἡρώδου δὲ ἔχοντος τὴν φυλακὴν τῶν ὅπλων οὐδʼ ἂν εἰς νοῦν ἐβάλετο τοιοῦτον οὐδὲν ὁρῶν τὴν ἀπορίαν, καταλλάσσεται πρὸς τὸν Ἀντίπατρον,
279 καὶ συνέβησαν Μούρκου κατὰ Συρίαν στρατηγοῦντος, ὃς αἰσθόμενος νεωτεροποιοῦντα τὰ κατὰ τὴν Ἰουδαίαν τὸν Μάλιχον ἦλθε μὲν ὡς παρὰ μικρὸν αὐτὸν ἀνελεῖν, Ἀντιπάτρου δὲ παρακαλέσαντος περιέσωσεν.
280 Ἦν δὲ ἄρα φονέα περισώσας Ἀντίπατρος αὐτοῦ τὸν Μάλιχον· Κάσσιος μὲν γὰρ καὶ Μοῦρκος στρατὸν ἀθροίζοντες τὴν ἐπιμέλειαν ἅπασαν ἐνεχείρισαν Ἡρώδῃ καὶ στρατηγὸν αὐτὸν κοίλης Συρίας ἐποίησαν πλοῖα δόντες καὶ δύναμιν ἱππικήν τε καὶ πεζικήν, ὑποσχόμενοί τε καὶ βασιλέα τῆς Ἰουδαίας ἀναδείξειν μετὰ τὸν πόλεμον· συνειστήκει γὰρ τότε πρός τε Ἀντώνιον καὶ τὸν νέον Καίσαρα.
281 Μάλιχος δὲ δείσας τότε μάλιστα τὸν Ἀντίπατρον ἐκποδὼν ἐποιεῖτο, καὶ πείσας ἀργυρίῳ τὸν Ὑρκανοῦ οἰνοχόον, παρʼ ᾧ ἑκάτεροι εἱστιῶντο, φαρμάκῳ κτείνει τὸν ἄνδρα, καὶ ὁπλίτας ἔχων εὐτρέπιζεν τὰ κατὰ τὴν πόλιν.
282 γνόντων δὲ τὴν ἐπιβουλὴν τὴν κατὰ τοῦ πατρὸς Ἡρώδου καὶ Φασαήλου καὶ χαλεπῶς ἐχόντων, ἠρνεῖτο πάλιν ὁ Μάλιχος καὶ ἔξαρνος ἦν τοῦ φόνου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme