Book 14
259
Ψήφισμα Σαρδιανῶν. ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμῳ στρατηγῶν εἰσηγησαμένων. ἐπεὶ οἱ κατοικοῦντες ἡμῶν ἐν τῇ πόλει ἀπʼ ἀρχῆς Ἰουδαῖοι πολῖται πολλὰ καὶ μεγάλα φιλάνθρωπα ἐσχηκότες διὰ παντὸς παρὰ τοῦ δήμου καὶ νῦν εἰσελθόντες ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον παρεκάλεσαν,
260
ἀποκαθισταμένων αὐτοῖς τῶν νόμων καὶ τῆς ἐλευθερίας ὑπὸ τῆς συγκλήτου καὶ τοῦ δήμου τοῦ Ῥωμαίων ἵνα κατὰ τὰ νομιζόμενα ἔθη συνάγωνται καὶ πολιτεύωνται καὶ διαδικάζωνται πρὸς αὑτούς, δοθῇ τε καὶ τόπος αὐτοῖς, εἰς ὃν συλλεγόμενοι μετὰ γυναικῶν καὶ τέκνων ἐπιτελοῦσιν τὰς πατρίους εὐχὰς καὶ θυσίας τῷ θεῷ·
261
δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ συγκεχωρῆσθαι αὐτοῖς συνερχομένοις ἐν ταῖς ἀποδεδειγμέναις ἡμέραις πράσσειν τὰ κατὰ τοὺς αὐτῶν νόμους, ἀφορισθῆναι δʼ αὐτοῖς καὶ τόπον ὑπὸ τῶν στρατηγῶν εἰς οἰκοδομίαν καὶ οἴκησιν αὐτῶν, ὃν ἂν ὑπολάβωσιν πρὸς τοῦτʼ ἐπιτήδειον εἶναι, ὅπως τε τοῖς τῆς πόλεως ἀγορανόμοις ἐπιμελὲς ᾖ καὶ τὰ ἐκείνοις πρὸς τροφὴν ἐπιτήδεια ποιεῖν εἰσάγεσθαι.
262
Ψήφισμα Ἐφεσίων. ἐπὶ πρυτάνεως Μηνοφίλου μηνὸς Ἀρτεμισίου τῇ προτέρᾳ ἔδοξε τῷ δήμῳ, Νικάνωρ Εὐφήμου εἶπεν εἰσηγησαμένων τῶν στρατηγῶν.
263
ἐπεὶ ἐντυχόντων τῶν ἐν τῇ πόλει Ἰουδαίων Μάρκῳ Ἰουλίῳ Ποντίου υἱῷ Βρούτῳ ἀνθυπάτῳ, ὅπως ἄγωσι τὰ σάββατα καὶ πάντα ποιῶσιν κατὰ τὰ πάτρια αὐτῶν ἔθη μηδενὸς αὐτοῖς ἐμποδὼν γινομένου,
264
ὁ στρατηγὸς συνεχώρησεν, δεδόχθαι τῷ δήμῳ, τοῦ πράγματος Ῥωμαίοις ἀνήκοντος, μηδένα κωλύεσθαι παρατηρεῖν τὴν τῶν σαββάτων ἡμέραν μηδὲ πράττεσθαι ἐπιτίμιον, ἐπιτετράφθαι δʼ αὐτοῖς πάντα ποιεῖν κατὰ τοὺς ἰδίους αὐτῶν νόμους.