Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 14

241 Λαοδικέων ἄρχοντες Γαΐῳ Ῥαβελλίῳ Γαΐου υἱῷ ὑπάτῳ χαίρειν. Σώπατρος Ὑρκανοῦ τοῦ ἀρχιερέως πρεσβευτὴς ἀπέδωκεν ἡμῖν τὴν παρὰ σοῦ ἐπιστολήν, διʼ ἧς ἐδήλου ἡμῖν παρὰ Ὑρκανοῦ τοῦ Ἰουδαίων ἀρχιερέως ἐληλυθότας τινὰς γράμματα κομίσαι περὶ τοῦ ἔθνους αὐτῶν γεγραμμένα,
242 ἵνα τά τε σάββατα αὐτοῖς ἐξῇ ἄγειν καὶ τὰ λοιπὰ ἱερὰ ἐπιτελεῖν κατὰ τοὺς πατρίους νόμους, ὅπως τε μηδεὶς αὐτοῖς ἐπιτάσσῃ διὰ τὸ φίλους αὐτοὺς ἡμετέρους εἶναι καὶ συμμάχους, ἀδικήσῃ τε μηδὲ εἷς αὐτοὺς ἐν τῇ ἡμετέρᾳ ἐπαρχίᾳ, ὡς Τραλλιανῶν τε ἀντειπόντων κατὰ πρόσωπον μὴ ἀρέσκεσθαι τοῖς περὶ αὐτῶν δεδογμένοις ἐπέταξας ταῦτα οὕτως γίνεσθαι· παρακεκλῆσθαι δέ σε, ὥστε καὶ ἡμῖν γράψαι περὶ αὐτῶν.
243 ἡμεῖς οὖν κατακολουθοῦντες τοῖς ἐπεσταλμένοις ὑπὸ σοῦ τήν τε ἐπιστολὴν τὴν ἀποδοθεῖσαν ἐδεξάμεθα καὶ κατεχωρίσαμεν εἰς τὰ δημόσια ἡμῶν γράμματα καὶ περὶ τῶν ἄλλων ὧν ἐπέσταλκας προνοήσομεν, ὥστε μηδὲν μεμφθῆναι.
244 Πόπλιος Σερουίλιος Ποπλίου υἱὸς Γάλβας ἀνθύπατος Μιλησίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν.
245 Πρύτανις Ἑρμοῦ υἱὸς πολίτης ὑμέτερος προσελθών μοι ἐν Τράλλεσιν ἄγοντι τὴν ἀγόραιον ἐδήλου παρὰ τὴν ἡμετέραν γνώμην Ἰουδαίοις ὑμᾶς προσφέρεσθαι καὶ κωλύειν αὐτοὺς τά τε σάββατα ἄγειν καὶ τὰ ἱερὰ τὰ πάτρια τελεῖν καὶ τοὺς καρποὺς μεταχειρίζεσθαι, καθὼς ἔθος ἐστὶν αὐτοῖς, αὐτόν τε κατὰ τοὺς νόμους εὐθυνκέναι τὸ δίκαιον ψήφισμα.
246 βούλομαι οὖν ὑμᾶς εἰδέναι, ὅτι διακούσας ἐγὼ λόγων ἐξ ἀντικαταστάσεως γενομένων ἐπέκρινα μὴ κωλύεσθαι Ἰουδαίους τοῖς αὐτῶν ἔθεσι χρῆσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme