Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 14

arg περὶ τῆς ἐπιεικείας αὐτοῦ καὶ θεοσεβείας, ὅτι μηδενὸς ἔψαυσεν τῶν ἐν τῷ ἱερῷ πολλῶν ὄντων τῶν ἐν αὐτῷ χρημάτων.
arg ὅτι ταῦτα διαπραξάμενος καὶ τὴν Ἰουδαίαν ποιήσας φόροις ὑποτελῆ καὶ Ὑρκανὸν ἀποδείξας ἐθνάρχην Ἀριστόβουλον μὲν δέσμιον μετὰ τῆς γενεᾶς εἰς Ῥώμην ἀνήγαγεν, Σκαῦρον δὲ τῆς Συρίας ἐπίτροπον κατέλιπεν.
arg ὅτι Σκαύρου στρατεύσαντος ἐπὶ Πέτραν βασίλειον οὖσαν τῶν Ἀράβων καὶ πολιορκοῦντος, ἐν ἐνδείᾳ τῶν στρατιωτῶν αὐτοῦ γενομένων Ἀντίπατρος πείθει τὸν Ἄραβα δόντα Σκαύρῳ τάλαντα τριακόσια συμμαχίαν πρὸς αὐτὸν ποιήσασθαι.
arg ὡς Ἀλέξανδρος ὁ Ἀριστοβούλου παῖς φυγὼν Πομπήιον καὶ παραγενόμενος εἰς Ἰουδαίαν στρατιᾶς αὐτῷ πολλῆς γενομένης πόλεμον ἐξήνεγκεν πρὸς Ὑρκανὸν καὶ Ἀντίπατρον.
arg ὡς ὑπὸ Γαβινίου κρατηθεὶς τῇ μάχῃ καὶ κατακλεισθεὶς εἰς Ἀλεξάνδρειον τὸ φρούριον ἐπολιορκεῖτο.
arg ὡς Γαβίνιος πεισάσης τῆς μητρὸς τῆς Ἀλεξάνδρου παραδοῦναι αὐτόν τε καὶ τὸ φρούριον λαβὼν τὸν μὲν Ἀλέξανδρον ἀφῆκεν, ἔγραψεν δὲ καὶ τῇ συγκλήτῳ τοὺς ἀδελφοὺς αὐτοῦ, οἳ ἦσαν μετὰ Ἀριστοβούλου τοῦ πατρὸς δεδεμένοι, λῦσαι καὶ ἀποπέμψαι πρὸς τὴν μητέρα, δηλῶν αὐτῆς τὸ πρὸς Ῥωμαίους πισὸν καὶ ὡς ἔστιν ἀξία ταύτης τῆς χάριτος τυγχάνειν.
arg ὡς μετὰ ταῦτα φυγόντα ἐκ Ῥώμης Ἀριστόβουλον εἰς Ἰουδαίαν λαβὼν Γαβίνιος αἰχμάλωτον πάλιν ἀνέπεμψεν εἰς Ῥώμην.
arg Κράσσου κατὰ τὴν ἐπὶ Πάρθους στρατείαν εἰς τὴν Ἰουδαίαν ἀνάβασις καὶ σύλησις τῶν ἐν τῷ ἱερῷ χρημάτων.
arg φυγὴ Πομπηίου εἰς Ἤπειρον καὶ Σκιπίωνος ὑπ' αὐτοῦ πεμφθέντος εἰς Συρίαν ἄφιξις ἐντολὴν ἔχοντος ἀποκτεῖναι Ἀλέξανδρον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme