Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 14

arg *πομπηίου ὑπέρθεσις διαγνώσεσθαι φήσαντος περὶ ὧν ἀλλήλοις ἐνεκάλουν, ἐπειδὰν εἰς τὴν ἐκείνων χώραν παραγένηται, καὶ ὅτι συνεὶς Ἀριστόβουλος τίνα ἔχει διάνοιαν Πομπήιος ἀνεχώρησεν εἰς Ἰουδαίαν, καὶ ὡς ἀγανακτήσαντος αὐτοῦ καὶ στρατεύσαντος ἐπ' αὐτὸν εἰς Ἀλεξάνδρειον Ἀριστόβουλος ἀνεχώρησεν τὸ φρούριον ὀχυρὸν ὂν καὶ δυσκαταμάχητον.
arg ὡς Πομπήιος τοῦτο συνιδὼν στρατηγήματι χρησάμενος ἔπεισεν τὸν Ἀριστόβουλον καταλιπόντα τὸ φρούριον καταβῆναι πρὸς αὐτὸν ὡς βεβαιωσόμενον αὐτῷ τὴν ἡγεμονίαν, οἷς πεισθέντα καὶ πολλάκις δικαιολογησάμενον πρὸς τὸν ἀδελφὸν ἠνάγκασε τοῖς φουράρχοις τῇ αὐτοῦ χειρὶ γράψαι καὶ παραδοῦναι αὐτῷ τὰ φρούρια.
arg ὡς Ἀριστόβουλος τοῦτο ποιήσας διὰ φόβον ἔπειτα δυσχεράνας ἐπὶ τῷ μηδενὸς ὧν προσεδόκα παρὰ Πομπηίου τυγχάνειν ἀνεχώρησεν εἰς Ἱεροσόλυμα.
arg ὡς Πομπηίου κατὰ πόδας μετὰ τῆς στρατιᾶς παρακολουθήσαντος μετενόησεν Ἀριστόβουλος καὶ προελθὼν ἄχρι Ἱεριχοῦντος ἀπήντησεν αὐτῷ καὶ συγγνώμης τυχεῖν δεηθεὶς περὶ τῶν ἡμαρτημένων τήν τε πόλιν καὶ τὰ χρήματα παραδώσειν ὑπέσχετο, καὶ Πομπηίου πέμψαντος Γαβίνιον μετὰ ἐπιλέκτων στρατιωτῶν ἐπί τε τὴν τῆς πόλεως παράληψιν καὶ τῶν χρημάτων οἱ Ἱεροσολυμῖται τὸν Ἀριστόβουλον ὁρῶντες ἐν φυλακῇ καθεστῶτα τὰς πύλας ἀπέκλεισαν τοῖς Ῥωμαίοις.
arg ὡς ἐπὶ τούτῳ παροξυνθεὶς Πομπήιος Ἀριστόβουλον μὲν ἔδησεν, προσαγαγὼν δὲ τὴν δύναμιν ἐπολιόρκει τὴν πόλιν, καὶ δέχονται μὲν αὐτὸν οἱ τὰ Ὑρκανοῦ φρονοῦντες εἰς τὴν πόλιν τὴν ἄνω, οἱ δὲ τὰ Ἀριστοβούλου φεύγουσιν εἰς τὸ ἱερόν.
arg ὡς αἱρεῖ κατὰ κράτος τὸ ἱερὸν καὶ τὴν κάτω πόλιν ὁ Πομπήιος τῷ τρίτῳ μηνί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme