Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 14

 
Ὡς μετὰ τὸν Ἀλεξάνδρας θάνατον ὁ νεώτερος αὐτῆς τῶν παίδων Ἀριστόβουλος ἐπολέμησεν πρὸς Ὑρκανὸν τὸν ἀδελφὸν περὶ τῆς βασιλείας καὶ κρατήσας αὐτοῦ συνεδίωξεν εἰς τὴν ἐν Ἱεροσολύμοις βᾶριν, ἔπειθ' ὡς συμβάντες ἔκριναν βασιλεύειν μὲν Ἀριστόβουλον, Ὑρκανὸν δὲ ἰδιωτεύειν.
 
περὶ Ἀντιπάτρου καὶ γένους αὐτοῦ καὶ τίνα τρόπον ἐκ μικρᾶς καὶ τῆς τυχούσης ἀφορμῆς εἰς λαμπρότητα καὶ δόξαν ἅμα τοῖς παισὶν προήχθη καὶ μέγεθος δυνάμεως, καὶ ὅτι πείσαντος Ὑρκανὸν Ἀντιπάτρου φυγεῖν ἐξ Ἱεροσολύμων πρὸς Ἀρέταν τὸν τῶν Ἀράβων βασιλέα ἱκέτευσεν ἐλθὼν καταγαγεῖν αὐτὸν εἰς τὴν βασιλείαν γῆν τε πολλὴν δώσειν καὶ χρήματα ὑποσχόμενος.
 
ὡς Ἀρέτας προσδεξάμενος τὸν Ὑρκανὸν ἐστράτευσεν ἐπὶ τὸν Ἀριστόβουλον καὶ συμβαλὼν καὶ κρατήσας τῇ μάχῃ συνεδίωξεν ἐπὶ Ἱεροσόλυμα καὶ περικαθίσας τὸ στρατόπεδον ἐπολιόρκει τὴν πόλιν.
 
ὡς Σκαῦρον πέμψαντος ἀπὸ Ἀρμενίας εἰς Συρίαν Μάγνου Πομπηίου ἧκον πρὸς αὐτὸν ἀπό τε Ὑρκανοῦ καὶ Ἀριστοβούλου πρέσβεις περὶ συμμαχίας παρακαλοῦντες.
 
ὅτι Σκαῦρος τετρακοσίοις διαφθαρεὶς ταλάντοις Ἀριστοβούλῳ προσέθετο. 5
 
ὡς Ὑρκανὸς καὶ Ἀριστόβουλος περὶ τῆς βασιλείας ἐπὶ Πομπηίου δικαιολογοῦνται.
 
ὡς Πομπηίου εἰς Δαμασκὸν ἐκ τῆς Ἀρμενίας ἐλθόντος Ἀριστόβουλος καὶ Ὑρκανὸς ἐπὶ αὐτὸν ἧκον περὶ τῆς βασιλείας δικαιολογούμενοι.
 
*πομπηίου ὑπέρθεσις διαγνώσεσθαι φήσαντος περὶ ὧν ἀλλήλοις ἐνεκάλουν, ἐπειδὰν εἰς τὴν ἐκείνων χώραν παραγένηται, καὶ ὅτι συνεὶς Ἀριστόβουλος τίνα ἔχει διάνοιαν Πομπήιος ἀνεχώρησεν εἰς Ἰουδαίαν, καὶ ὡς ἀγανακτήσαντος αὐτοῦ καὶ στρατεύσαντος ἐπ' αὐτὸν εἰς Ἀλεξάνδρειον Ἀριστόβουλος ἀνεχώρησεν τὸ φρούριον ὀχυρὸν ὂν καὶ δυσκαταμάχητον.
 
ὡς Πομπήιος τοῦτο συνιδὼν στρατηγήματι χρησάμενος ἔπεισεν τὸν Ἀριστόβουλον καταλιπόντα τὸ φρούριον καταβῆναι πρὸς αὐτὸν ὡς βεβαιωσόμενον αὐτῷ τὴν ἡγεμονίαν, οἷς πεισθέντα καὶ πολλάκις δικαιολογησάμενον πρὸς τὸν ἀδελφὸν ἠνάγκασε τοῖς φουράρχοις τῇ αὐτοῦ χειρὶ γράψαι καὶ παραδοῦναι αὐτῷ τὰ φρούρια.
 
ὡς Ἀριστόβουλος τοῦτο ποιήσας διὰ φόβον ἔπειτα δυσχεράνας ἐπὶ τῷ μηδενὸς ὧν προσεδόκα παρὰ Πομπηίου τυγχάνειν ἀνεχώρησεν εἰς Ἱεροσόλυμα. 10
 
ὡς Πομπηίου κατὰ πόδας μετὰ τῆς στρατιᾶς παρακολουθήσαντος μετενόησεν Ἀριστόβουλος καὶ προελθὼν ἄχρι Ἱεριχοῦντος ἀπήντησεν αὐτῷ καὶ συγγνώμης τυχεῖν δεηθεὶς περὶ τῶν ἡμαρτημένων τήν τε πόλιν καὶ τὰ χρήματα παραδώσειν ὑπέσχετο, καὶ Πομπηίου πέμψαντος Γαβίνιον μετὰ ἐπιλέκτων στρατιωτῶν ἐπί τε τὴν τῆς πόλεως παράληψιν καὶ τῶν χρημάτων οἱ Ἱεροσολυμῖται τὸν Ἀριστόβουλον ὁρῶντες ἐν φυλακῇ καθεστῶτα τὰς πύλας ἀπέκλεισαν τοῖς Ῥωμαίοις.
 
ὡς ἐπὶ τούτῳ παροξυνθεὶς Πομπήιος Ἀριστόβουλον μὲν ἔδησεν, προσαγαγὼν δὲ τὴν δύναμιν ἐπολιόρκει τὴν πόλιν, καὶ δέχονται μὲν αὐτὸν οἱ τὰ Ὑρκανοῦ φρονοῦντες εἰς τὴν πόλιν τὴν ἄνω, οἱ δὲ τὰ Ἀριστοβούλου φεύγουσιν εἰς τὸ ἱερόν.
 
ὡς αἱρεῖ κατὰ κράτος τὸ ἱερὸν καὶ τὴν κάτω πόλιν ὁ Πομπήιος τῷ τρίτῳ μηνί.
 
περὶ τῆς ἐπιεικείας αὐτοῦ καὶ θεοσεβείας, ὅτι μηδενὸς ἔψαυσεν τῶν ἐν τῷ ἱερῷ πολλῶν ὄντων τῶν ἐν αὐτῷ χρημάτων.
 
ὅτι ταῦτα διαπραξάμενος καὶ τὴν Ἰουδαίαν ποιήσας φόροις ὑποτελῆ καὶ Ὑρκανὸν ἀποδείξας ἐθνάρχην Ἀριστόβουλον μὲν δέσμιον μετὰ τῆς γενεᾶς εἰς Ῥώμην ἀνήγαγεν, Σκαῦρον δὲ τῆς Συρίας ἐπίτροπον κατέλιπεν. 15
 
ὅτι Σκαύρου στρατεύσαντος ἐπὶ Πέτραν βασίλειον οὖσαν τῶν Ἀράβων καὶ πολιορκοῦντος, ἐν ἐνδείᾳ τῶν στρατιωτῶν αὐτοῦ γενομένων Ἀντίπατρος πείθει τὸν Ἄραβα δόντα Σκαύρῳ τάλαντα τριακόσια συμμαχίαν πρὸς αὐτὸν ποιήσασθαι.
 
ὡς Ἀλέξανδρος ὁ Ἀριστοβούλου παῖς φυγὼν Πομπήιον καὶ παραγενόμενος εἰς Ἰουδαίαν στρατιᾶς αὐτῷ πολλῆς γενομένης πόλεμον ἐξήνεγκεν πρὸς Ὑρκανὸν καὶ Ἀντίπατρον.
 
ὡς ὑπὸ Γαβινίου κρατηθεὶς τῇ μάχῃ καὶ κατακλεισθεὶς εἰς Ἀλεξάνδρειον τὸ φρούριον ἐπολιορκεῖτο.
 
ὡς Γαβίνιος πεισάσης τῆς μητρὸς τῆς Ἀλεξάνδρου παραδοῦναι αὐτόν τε καὶ τὸ φρούριον λαβὼν τὸν μὲν Ἀλέξανδρον ἀφῆκεν, ἔγραψεν δὲ καὶ τῇ συγκλήτῳ τοὺς ἀδελφοὺς αὐτοῦ, οἳ ἦσαν μετὰ Ἀριστοβούλου τοῦ πατρὸς δεδεμένοι, λῦσαι καὶ ἀποπέμψαι πρὸς τὴν μητέρα, δηλῶν αὐτῆς τὸ πρὸς Ῥωμαίους πισὸν καὶ ὡς ἔστιν ἀξία ταύτης τῆς χάριτος τυγχάνειν.
 
ὡς μετὰ ταῦτα φυγόντα ἐκ Ῥώμης Ἀριστόβουλον εἰς Ἰουδαίαν λαβὼν Γαβίνιος αἰχμάλωτον πάλιν ἀνέπεμψεν εἰς Ῥώμην. 20
 
Κράσσου κατὰ τὴν ἐπὶ Πάρθους στρατείαν εἰς τὴν Ἰουδαίαν ἀνάβασις καὶ σύλησις τῶν ἐν τῷ ἱερῷ χρημάτων.
 
φυγὴ Πομπηίου εἰς Ἤπειρον καὶ Σκιπίωνος ὑπ' αὐτοῦ πεμφθέντος εἰς Συρίαν ἄφιξις ἐντολὴν ἔχοντος ἀποκτεῖναι Ἀλέξανδρον.
 
ὅτι Καῖσαρ λύσας Ἀριστόβουλον οἷός τε ἦν πέμψαι μετὰ δύο ταγμάτων εἰς Ἰουδαίαν, ἔφθη δ' ὑπὸ τῶν τὰ Πομπηίου φρονούντων διαφθαρεὶς Ἀριστόβουλος φαρμάκῳ.
 
Καίσαρος ἐπ' Αἰγύπτου στρατεία, καὶ ὡς συνεμάχησαν αὐτῷ Ὑρκανός τε καὶ Ἀντίπατρος καὶ τοὺς Ἰουδαίους αὐτῷ συμμάχους ἐποίησαν.
 
Ἀντιπάτρου προθύμως ἀγωνισαμένου κατὰ τὴν μάχην ἀριστεία καὶ διὰ τοῦτο φιλία πρὸς Καίσαρα, καὶ ὡς Ὑρκανὸν Καῖσαρ ἐπὶ τῇ νίκῃ χαίρων ἐτίμησεν μεγάλως ἐπιτρέψας αὐτῷ τὰ τῆς πατρίδος ἀναστῆσαι τείχη. 25
 
ὡς Ἀντιπάτρῳ τὴν τῆς Ἰουδαίας ἐπιτροπὴν ἐνεχείρισεν.
 
Καίσαρος ἐπιστολαὶ καὶ δόγματα συγκλήτου περὶ τῆς πρὸς Ἰουδαίους φιλίας.
 
ὅτι Ἀντίπατρος τοῖς παισὶν Ἡρώδῃ μὲν τὴν τῆς Γαλιλαίας πρόνοιαν Φασαήλῳ δ' ἐπέτρεψεν τὴν Ἱεροσολύμων.
 
ὡς Καῖσαρ Σέξστος δωροδοκηθεὶς ὑφ' Ἡρώδου ἡγεμόνος ὄντος ἐν Συρίᾳ μέγαν καὶ ἔνδοξον ἐποίησεν Ἡρώδην καταστήσας ἄρχοντα τῆς κοίλης Συρίας.
 
ὡς Κάσσιος Καίσαρος ἀποθανόντος εἰς τὴν Ἰουδαίαν ἀναβὰς τήν τε χώραν ἐκάκωσεν καὶ τάλαντα ὀκτακόσια παρ' αὐτῶν εἰσεπράξατο, πῶς τε Ἡρώδης ἐκ τῆς εἰσπράξεως τῶν χρημάτων σπουδαῖος ἔδοξεν Κασσίῳ. 30
 
Μαλίχου τελευτὴ τοῦ πρὸς Ἡρώδην στασιάσαντος Κασσίου κελεύσαντος.
 
θάνατος τῶν ἀπὸ τῆς Ἰουδαίας πρεσβευτῶν ὑπὸ Ἀντωνίου μετὰ τὴν ἐν Μακεδονίᾳ νίκην ἐν Συρίᾳ γενομένου καὶ ἀγανακτήσαντος ἐπὶ τῷ Ἡρώδου κατηγορῆσαι. ταῦτα δ' ἔπραξεν χρήμασι πείσαντος αὐτὸν τοῦ Ἡρώδου.
 
στρατεία Πάρθων εἰς Συρίαν, καθ' ἣν τὸν Ἀριστοβούλου υἱὸν Ἀντίγονον εἰς τὴν βασιλείαν κατήγαγον.
 
ὡς Ὑρκανὸν καὶ Φασάηλον τὸν ἀδελφὸν Ἡρώδου αἰχμαλώτους ἔλαβον.
 
ὡς Ἡρώδης φεύγων ἐκεῖθεν εἰς τὴν Ἰταλίαν παραγενόμενος εἰς τὴν Ῥώμην καὶ δεηθεὶς Ἀντωνίου χρήματα πολλὰ ὑποσχόμενος ἀπεδείχθη ὑπό τε τῆς συγκλήτου καὶ Καίσαρος βασιλεὺς τῆς Ἰουδαίας. 35
 
ἔκπλους Ἡρώδου μετὰ ταῦτα ἀπὸ Ῥώμης εἰς τὴν Ἰουδαίαν καὶ μάχη πρὸς Ἀντίγονον στρατιᾶς αὐτῷ Ῥωμαϊκῆς ἑπομένης καὶ ἡγεμόνος Σίλωνος.
 
ὡς Σίλωνος Ἱεροσόλυμα πολιορκήσαντος ὑπὸ Σοσσίου καὶ Ἡρώδου Ἀντίγονος διεφθάρη.
 
περιέχει ἡ βίβλος χρόνον ἐτῶν λβ.
 
Τῶν δὲ περὶ Ἀλεξάνδραν τὴν βασίλισσαν καὶ τὸν θάνατον αὐτῆς ἐν τῇ πρὸ ταύτης ἡμῖν βίβλῳ δεδηλωμένων τὰ τούτοις ἀκόλουθα καὶ προσεχῆ νῦν ἐροῦμεν, οὐκ ἄλλου τινὸς ἢ τοῦ μηδὲν παραλιπεῖν τῶν πραγμάτων ἢ διʼ ἄγνοιαν ἢ διὰ κάματον τῆς μνήμης προμηθούμενοι.
 
τὴν γὰρ ἱστορίαν καὶ τὴν μήνυσιν τῶν ἀγνοουμένων τοῖς πολλοῖς πραγμάτων διὰ τὴν ἀρχαιότητα δεῖ μὲν καὶ τὸ τῆς ἀπαγγελίας κάλλος, ὅσον δὴ τοῦτʼ ἔστιν ἔκ τε τῶν ὀνομάτων καὶ τῆς τούτων ἁρμονίας καὶ ὅσα πρὸς τούτοις συμβάλλεται κόσμον τῷ λόγῳ,
1 / 14 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme