Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 13

354 Ἀνανίας δὲ συνεβούλευσε τούτοις ἐναντία, λέγων ἄδικα ποιήσειν αὐτήν, εἰ σύμμαχον ἄνθρωπον ἀφαιρήσεται τῆς ἰδίας ἐξουσίας καὶ ταῦτα συγγενῆ ἡμέτερον· οὐ γὰρ ἀγνοεῖν βούλομαί σε, φησίν, εἰ τὸ πρὸς τοῦτον ἄδικον ἐχθροὺς ἅπαντας ἡμᾶς σοι τοὺς Ἰουδαίους κατασκευάζει.
355 ταῦτα δὲ Ἀνανία παραινέσαντος ἡ Κλεοπάτρα πείθεται μηδὲν ἀδικῆσαι τὸν Ἀλέξανδρον, ἀλλὰ συμμαχίαν πρὸς αὐτὸν ἐποιήσατο ἐν Σκυθοπόλει τῆς κοίλης Συρίας.
356 Ὁ δὲ τῶν ἐκ Πτολεμαίου φόβων ἐλευθερωθεὶς στρατεύεται μὲν εὐθὺς ἐπὶ τὴν κοίλην Συρίαν, αἱρεῖ δὲ Γάδαρα πολιορκήσας δέκα μησίν, αἱρεῖ δὲ καὶ Ἀμαθοῦντα μέγιστον ἔρυμα τῶν ὑπὲρ τὸν Ἰορδάνην κατῳκημένων, ἔνθα καὶ τὰ κάλλιστα καὶ σπουδῆς ἄξια Θεόδωρος ὁ Ζήνωνος εἶχεν. ὃς οὐ προσδοκῶσιν ἐπιπεσὼν τοῖς Ἰουδαίοις μυρίους αὐτῶν ἀποκτείνει καὶ τὴν ἀποσκευὴν Ἀλεξάνδρου διαρπάζει.
357 ταῦτα μὲν οὖν οὐ καταπλήττει τὸν Ἀλέξανδρον, ἀλλʼ ἐπιστρατεύει τοῖς θαλαττίοις μέρεσιν, Ῥαφείᾳ καὶ Ἀνθηδόνι, ἣν ὕστερον βασιλεὺς Ἡρώδης Ἀγριππιάδα προσηγόρευσεν, καὶ κατὰ κράτος εἷλεν καὶ ταύτην.
358 ὁρῶν δὲ τὸν Πτολεμαῖον ἐκ τῆς Γάζης εἰς Κύπρον ἀνακεχωρηκότα, τὴν δὲ μητέρα αὐτοῦ Κλεοπάτραν εἰς Αἴγυπτον, ὀργιζόμενος δὲ τοῖς Γαζαίοις, ὅτι Πτολεμαῖον ἐπεκαλέσαντο βοηθόν, ἐπολιόρκει τὴν πόλιν καὶ τὴν χώραν αὐτῶν προενόμευσεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme