Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 13

18 Ὑπὸ τὸν αὐτὸν δὲ καιρὸν παραγενόμενός τις πρὸς Ἰωνάθην καὶ τὸν ἀδελφὸν αὐτοῦ Σίμωνα τοὺς Ἀμαραίου παῖδας ἀπήγγειλεν αὐτοῖς γάμον ἐπιτελοῦντας καὶ τὴν νύμφην ἄγοντας ἀπὸ Ναβαθὰ πόλεως θυγατέρα τινὸς οὖσαν τῶν ἐπιφανῶν παρὰ τοῖς Ἄραψιν, μέλλειν δὲ γίνεσθαι παραπομπὴν τῆς κόρης λαμπρὰν καὶ πολυτελῆ.
19 οἱ δὲ περὶ τὸν Ἰωνάθην καὶ Σίμωνα καιρὸν ἐπιτηδειότατον εἰς τὴν ἐκδικίαν τἀδελφοῦ νομίσαντες αὐτοῖς παραφανῆναι, καὶ λήψεσθαι τὴν ὑπὲρ Ἰωάννου δίκην παρʼ αὐτῶν ἐπὶ πολλῆς ἐξουσίας ὑπολαβόντες ἐξώρμησαν εἰς τὰ Μήδαβα καὶ τοὺς ἐχθροὺς ἐν τῷ ὄρει λοχῶντες ἔμενον.
20 ὡς δʼ εἶδον αὐτοὺς ἄγοντας τὴν παρθένον καὶ τὸν νυμφίον καὶ φίλων σὺν αὐτοῖς οἷον εἰκὸς ἐν γάμοις ὄχλον, ἀναπηδήσαντες ἐκ τῆς ἐνέδρας ἀπέκτειναν ἅπαντας καὶ τὸν κόσμον καὶ τὴν ἄλλην ὅση τότε εἵπετο λεία τοῖς ἀνθρώποις λαβόντες ὑπέστρεψαν.
21 καὶ τιμωρίαν μὲν ὑπὲρ Ἰωάννου τἀδελφοῦ παρὰ τῶν υἱῶν Ἀμαραίου τοιαύτην ἀπέλαβον· αὐτοί τε γὰρ οὗτοι καὶ οἱ συνεπόμενοι τούτοις φίλοι καὶ γυναῖκες αὐτῶν καὶ τέκνα διεφθάρησαν ὄντες τετρακόσιοι.
22 Σίμων μὲν οὖν καὶ Ἰωνάθης εἰς τὰ ἕλη τοῦ ποταμοῦ ὑποστρέψαντες αὐτόθι κατέμενον. Βακχίδης δὲ τὴν Ἰουδαίαν ἅπασαν φρουραῖς ἀσφαλισάμενος ὑπέστρεψεν πρὸς τὸν βασιλέα. καὶ τότε μὲν ἐπʼ ἔτη δύο τὰ τῶν Ἰουδαίων ἠρέμησεν πράγματα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme