Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 13

287 οἱ γὰρ πλείους, οἵ τε συνελθόντες καὶ οἱ ὕστερον ἐπιπεμπόμενοι παρὰ τῆς Κλεοπάτρας εἰς Κύπρον, μετεβάλοντο παραχρῆμα πρὸς τὸν Πτολεμαῖον· μόνοι δὲ οἱ ἐκ τῆς Ὀνίου γενόμενοι Ἰουδαῖοι συνέμενον διὰ τὸ τοὺς πολίτας αὐτῶν εὐδοκιμεῖν μάλιστα παρὰ τῇ βασιλίσσῃ Χελκίαν τε καὶ Ἀνανίαν. ταῦτα μὲν οὖν ὁ Στράβων φησίν.
288 Ὑρκανῷ δὲ φθόνον ἐκίνησεν παρὰ τῶν Ἰουδαίων ἡ εὐπραγία, μάλιστα δʼ οἱ Φαρισαῖοι κακῶς πρὸς αὐτὸν εἶχον, αἵρεσις ὄντες μία τῶν Ἰουδαίων, ὡς καὶ ἐν τοῖς ἐπάνω δεδηλώκαμεν. τοσαύτην δὲ ἔχουσι τὴν ἰσχὺν παρὰ τῷ πλήθει, ὡς καὶ κατὰ βασιλέως τι λέγοντες καὶ κατʼ ἀρχιερέως εὐθὺς πιστεύεσθαι.
289 μαθητὴς δὲ αὐτῶν ἦν καὶ Ὑρκανὸς καὶ σφόδρα ὑπʼ αὐτῶν ἠγαπᾶτο. καὶ δὴ καλέσας αὐτοὺς ἐφʼ ἑστίασιν καὶ φιλοφρόνως ὑποδεξάμενος, ἐπεὶ σφόδρα ἡδομένους ἑώρα, λέγειν ἤρξατο πρὸς αὐτούς, ὡς ἴσασιν μὲν αὐτὸν βουλόμενον εἶναι δίκαιον καὶ πάντα ποιοῦντα ἐξ ὧν ἀρέσειεν ἂν τῷ θεῷ καὶ αὐτοῖς·
290 οἱ γὰρ Φαρισαῖοι φιλοσοφοῦσιν· ἠξίου γε μήν, εἰ βλέπουσιν αὐτὸν ἁμαρτάνοντα καὶ τῆς ὁδοῦ τῆς δικαίας ἐκτρεπόμενον εἰς αὐτὴν ἐπαναγαγεῖν καὶ ἐπανορθοῦν. τῶν δὲ μαρτυρησάντων αὐτῷ πᾶσαν ἀρετὴν ὁ μὲν ἥσθη τοῖς ἐπαίνοις,
291 εἷς δέ τις τῶν κατακειμένων Ἐλεάζαρος ὄνομα, κακοήθης ὢν φύσει καὶ στάσει χαίρων ἐπεί, φησίν, ἠξίωσας γνῶναι τὴν ἀλήθειαν, θέλεις δὲ εἶναι δίκαιος, τὴν ἀρχιερωσύνην ἀπόθου, καὶ μόνον ἀρκείτω σοι τὸ ἄρχειν τοῦ λαοῦ. τὴν δʼ αἰτίαν αὐτοῦ πυθομένου,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme