Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 13

276 περιβαλὼν οὖν τάφρον πανταχόθεν τῇ πόλει καὶ διπλοῦν τεῖχος ὡς ἀπὸ σταδίων ὀγδοήκοντα τοὺς υἱοὺς ἐφίστησιν Ἀντίγονον καὶ Ἀριστόβουλον. ὧν ἐπικειμένων εἰς τοῦτο ἀνάγκης ὑπὸ λιμοῦ προαχθῆναι τοὺς Σαμαρεῖς συνέπεσεν, ὡς ἅψασθαι μὲν καὶ τῶν ἀήθων, ἐπικαλέσασθαι δὲ βοηθὸν Ἀντίοχον τὸν Κυζικηνόν.
277 ὃς ἑτοίμως ἐπὶ τὴν συμμαχίαν ἀφικόμενος ὑπὸ τῶν περὶ Ἀριστόβουλον ἡττᾶται, διωχθεὶς δʼ ἄχρι Σκυθοπόλεως ὑπὸ τῶν ἀδελφῶν διέφυγεν. οἱ δʼ ἐπὶ τοὺς Σαμαρεῖς ὑποστρέψαντες συγκλείουσι πάλιν εἰς τὸ τεῖχος αὐτούς, ὡς καὶ δεύτερον ἐπικαλέσασθαι σύμμαχον πέμψαντες τὸν αὐτὸν Ἀντίοχον.
278 ὃς παρὰ Πτολεμαίου τοῦ Λαθούρου μεταπεμψάμενος ἄνδρας εἰς ἑξακισχιλίους, οὓς ἀκούσης τῆς μητρὸς ἐκεῖνος καὶ ὅσον οὔπω τῆς ἀρχῆς αὐτὸν ἐκβεβληκυίας ἐξαπέστειλεν, τὸ μὲν πρῶτον ἐπιὼν ἐπόρθει τὴν Ὑρκανοῦ χώραν μετὰ τῶν Αἰγυπτίων λῃστρικῶς, μάχεσθαι μὲν αὐτῷ κατὰ πρόσωπον οὐ τολμῶν, οὐ γὰρ ἦν ἀξιόχρεως ἡ δύναμις αὐτοῦ, νομίζων δὲ τῇ κακώσει τῆς γῆς ἀναγκάσειν Ὑρκανὸν λῦσαι τὴν τῆς Σαμαρείας πολιορκίαν.
279 ἐπεὶ δὲ πολλοὺς τῶν στρατιωτῶν ἀπώλλυεν ἐνέδραις περιπίπτων, ἀπῆρεν εἰς Τρίπολιν Καλλιμάνδρῳ καὶ Ἐπικράτει τὸν πρὸς τοὺς Ἰουδαίους πόλεμον ἐπιτρέψας.
280 Καλλίμανδρος μὲν οὖν θρασύτερον τοῖς πολεμίοις προσενεχθεὶς εἰς φυγὴν τραπόμενος παραχρῆμα διεφθάρη. Ἐπικράτης δὲ ὑπὸ φιλοχρηματίας τήν τε Σκυθόπολιν καὶ τὰ ἄλλα πρὸς ταύτῃ χωρία προύδωκε φανερῶς τοῖς Ἰουδαίοις, τὴν δὲ Σαμαρείας πολιορκίαν διαλύειν οὐκ ἠδύνατο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme