Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 13

246 πειθόμενος δὲ κατʼ εὐσέβειαν πάντα ποιεῖν τοῖς πρεσβευταῖς ἀπεκρίνατο, παραδοῦναι μὲν τὰ ὅπλα τοὺς πολιορκουμένους καὶ δασμὸν αὐτῷ τελεῖν Ἰόππης καὶ τῶν ἄλλων πόλεων πάρεξ τῆς Ἰουδαίας φρουράν τε δεξαμένους ἐπὶ τούτοις ἀπηλλάχθαι τοῦ πολέμου.
247 οἱ δὲ τἆλλα μὲν ὑπομένειν, τὴν δὲ φρουρὰν οὐχ ὡμολόγουν διὰ τὴν ἀμιξίαν οὐκ ἐφικνούμενοι πρὸς ἄλλους. ἀντὶ μέντοι γε τῆς φρουρᾶς ὁμήρους ἐδίδοσαν καὶ τάλαντα ἀργυρίου πεντακόσια, ὧν εὐθὺς τὰ τριακόσια καὶ τοὺς ὁμήρους προσδεξαμένου τοῦ βασιλέως ἔδοσαν, ἐν οἷς ἦν καὶ Ὑρκανοῦ ἀδελφός, καθεῖλεν δὲ καὶ τὴν στεφάνην τῆς πόλεως.
248 ἐπὶ τούτοις μὲν οὖν Ἀντίοχος τὴν πολιορκίαν λύσας ἀνεχώρησεν.
249 Ὑρκανὸς δὲ τὸν Δαυίδου τάφον ἀνοίξας, ὃς πλούτῳ τούς ποτε βασιλεῖς ὑπερέβαλεν, τρισχίλια μὲν ἀργυρίου τάλαντα ἐξεκόμισεν, ὁρμώμενος δʼ ὑπὸ τούτων πρῶτος Ἰουδαίων ξενοτροφεῖν ἤρξατο.
250 γίνεται δʼ αὐτῷ καὶ πρὸς Ἀντίοχον φιλία καὶ συμμαχία, καὶ δεξάμενος αὐτὸν εἰς τὴν πόλιν ἀφθόνως πάντα τῇ στρατιᾷ καὶ φιλοτίμως παρέσχεν. καὶ ποιουμένῳ τὴν ἐπὶ Πάρθους αὐτῷ στρατείαν συνεξώρμησεν Ὑρκανός. μάρτυς δὲ τούτων ἡμῖν ἐστιν καὶ Νικόλαος ὁ Δαμασκηνὸς οὕτως ἱστορῶν·
251 τρόπαιον δὲ στήσας Ἀντίοχος ἐπὶ τῷ Λύκῳ ποταμῷ νικήσας Ἰνδάτην τὸν Πάρθων στρατηγὸν αὐτόθι ἔμεινεν ἡμέρας δύο δεηθέντος Ὑρκανοῦ τοῦ Ἰουδαίου διά τινα ἑορτὴν πάτριον, ἐν ᾗ τοῖς Ἰουδαίοις οὐκ ἦν νόμιμον ἐξοδεύειν. καὶ ταῦτα μὲν οὐ ψεύδεται λέγων·
252 ἐνέστη γὰρ ἡ πεντηκοστὴ ἑορτὴ μετὰ τὸ σάββατον, οὐκ ἔξεστι δʼ ἡμῖν οὔτε τοῖς σαββάτοις οὔτʼ ἐν τῇ ἑορτῇ ὁδεύειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme