Book 13
δίδωμι δʼ ἐκ τῶν ἐμῶν καὶ εἰς τὴν δαπάνην τῶν θυσιῶν κατʼ ἔτος μυριάδας πεντεκαίδεκα, τὰ δὲ περισσεύοντα τῶν χρημάτων ὑμέτερα εἶναι βούλομαι· τὰς δὲ μυρίας δραχμάς, ἃς ἐλάμβανον ἐκ τοῦ ἱεροῦ οἱ βασιλεῖς, ὑμῖν ἀφίημι διὰ τὸ προσήκειν αὐτὰς τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν τῷ ἱερῷ.
καὶ ὅσοι δʼ ἂν φύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν Ἱεροσολύμοις καὶ εἰς τὰ ἀπʼ αὐτοῦ χρηματίζοντα ἢ βασιλικὰ ὀφείλοντες χρήματα ἢ διʼ ἄλλην αἰτίαν, ἀπολελύσθωσαν οὗτοι καὶ τὰ ὑπάρχοντα αὐτοῖς σῶα ἔστω.
ἐπιτρέπω δὲ καὶ ἀνακαινίζειν τὸ ἱερὸν καὶ οἰκοδομεῖν τῆς εἰς ταῦτα δαπάνης ἐκ τῶν ἐμῶν γινομένης, καὶ τὰ τείχη δὲ συγχωρῶ τὰ τῆς πόλεως οἰκοδομεῖσθαι καὶ πύργους ὑψηλοὺς ἐγείρειν καὶ ταῦτα ἐκ τῶν ἐμῶν ἀνιστᾶν πάντα. εἰ δέ τι καὶ φρούριόν ἐστιν, ὃ συμφέρει τῇ χώρᾳ τῇ Ἰουδαίων ὀχυρὸν εἶναι, καὶ τοῦτʼ ἐκ τῶν ἐμῶν κατασκευασθήτω.
Ταῦτα μὲν ὑπισχνούμενος καὶ χαριζόμενος ἔγραψεν τοῖς Ἰουδαίοις Δημήτριος. Ἀλέξανδρος δὲ ὁ βασιλεὺς δύναμιν μεγάλην συναγαγὼν μισθοφόρων καὶ τῶν προσθεμένων ἐκ τῆς Συρίας αὐτῷ στρατιωτῶν ἐπὶ τὸν Δημήτριον ἐστράτευσεν.
καὶ μάχης γενομένης τὸ μὲν εὐώνυμον κέρας τοῦ Δημητρίου τρέπεται τοὺς ἐναντίους εἰς φυγὴν καὶ ἐδίωξεν ἄχρι πολλοῦ κτείνει τε συχνοὺς αὐτῶν καὶ διαρπάζει τὸ στρατόπεδον, τὸ δὲ δεξιόν, οὗ συνέβαινεν εἶναι τὸν Δημήτριον, ἡττᾶται.
καὶ οἱ μὲν ἄλλοι πάντες ἔφυγον, Δημήτριος δὲ γενναίως μαχόμενος οὐκ ὀλίγους μὲν ἀναιρεῖ τῶν πολεμίων, διώκων δὲ τοὺς ἄλλους ἐλαύνει τὸν ἵππον εἰς τέλμα βαθὺ καὶ δυσεκπόρευτον, ἔνθα συνέβη πεσόντος αὐτῷ τοῦ ἵππου μὴ δυνάμενον διαφυγεῖν ἀναιρεθῆναι.
τὸ γὰρ συμβεβηκὸς περὶ αὐτὸν ἰδόντες οἱ πολέμιοι ἀνέστρεψαν καὶ κυκλωσάμενοι τὸν Δημήτριον πάντες ἐπʼ αὐτὸν ἠκόντιζον. ὁ δὲ πεζὸς ὢν γενναίως ἀπεμάχετο, καὶ τελευταῖον τραύματα λαβὼν πολλὰ καὶ μηκέτʼ ἀντέχειν δυνάμενος κατέπεσεν. καὶ τέλος μὲν τοιοῦτον τὸν Δημήτριον κατέλαβεν ἔτη βασιλεύσαντα ἕνδεκα, ὡς καὶ ἐν ἄλλοις δεδηλώκαμεν.
Ὁ δὲ Ὀνίου τοῦ ἀρχιερέως υἱὸς ὁμώνυμος δὲ ὢν τῷ πατρί, ὃς ἐν Ἀλεξανδρείᾳ φυγὼν πρὸς τὸν βασιλέα Πτολεμαῖον τὸν ἐπικαλούμενον Φιλομήτορα διῆγεν, ὡς καὶ πρότερον εἰρήκαμεν, ἰδὼν τὴν Ἰουδαίαν κακουμένην ὑπὸ τῶν Μακεδόνων καὶ τῶν βασιλέων αὐτῶν,
βουλόμενος αὑτῷ δόξαν καὶ μνήμην αἰώνιον κατασκευάσαι, διέγνω πέμψας πρὸς Πτολεμαῖον τὸν βασιλέα καὶ τὴν βασίλισσαν Κλεοπάτραν αἰτήσασθαι παρʼ αὐτῶν ἐξουσίαν, ὅπως οἰκοδομήσειεν ναὸν ἐν Αἰγύπτῳ παραπλήσιον τῷ ἐν Ἱεροσολύμοις καὶ Λευίτας καὶ ἱερεῖς ἐκ τοῦ ἰδίου γένους καταστήσῃ.
τοῦτο δʼ ἐβούλετο θαρρῶν μάλιστα τῷ προφήτῃ Ἡσαΐᾳ, ὃς ἔμπροσθεν ἔτεσιν ἑξακοσίοις πλέον γεγονὼς προεῖπεν, ὡς δεῖ πάντως ἐν Αἰγύπτῳ οἰκοδομηθῆναι ναὸν τῷ μεγίστῳ θεῷ ὑπʼ ἀνδρὸς Ἰουδαίου. διὰ ταῦτα οὖν ἐπηρμένος Ὀνίας γράφει Πτολεμαίῳ καὶ Κλεοπάτρᾳ τοιαύτην ἐπιστολήν·
πολλὰς καὶ μεγάλας ὑμῖν χρείας τετελεκὼς ἐν τοῖς κατὰ πόλεμον ἔργοις μετὰ τῆς τοῦ θεοῦ βοηθείας, καὶ γενόμενος ἔν τε τῇ κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ, καὶ εἰς Λεόντων δὲ πόλιν τοῦ Ἡλιοπολίτου σὺν τοῖς Ἰουδαίοις καὶ εἰς ἄλλους τόπους ἀφικόμενος τοῦ ἔθνους,
καὶ πλείστους εὑρὼν παρὰ τὸ καθῆκον ἔχοντας ἱερὰ καὶ διὰ τοῦτο δύσνους ἀλλήλοις, ὃ καὶ Αἰγυπτίοις συμβέβηκεν διὰ τὸ πλῆθος τῶν ἱερῶν καὶ τὸ περὶ τὰς θρησκείας οὐχ ὁμόδοξον, ἐπιτηδειότατον εὑρὼν τόπον ἐν τῷ προσαγορευομένῳ τῆς ἀγρίας Βουβάστεως ὀχυρώματι βρύοντα ποικίλης ὕλης καὶ τῶν ἱερῶν ζῴων μεστόν,
δέομαι συγχωρῆσαί μοι τὸ ἀδέσποτον ἀνακαθάραντι ἱερὸν καὶ συμπεπτωκὸς οἰκοδομῆσαι ναὸν τῷ μεγίστῳ θεῷ καθʼ ὁμοίωσιν τοῦ ἐν Ἱεροσολύμοις αὐτοῖς μέτροις ὑπὲρ σοῦ καὶ τῆς σῆς γυναικὸς καὶ τῶν τέκνων, ἵνʼ ἔχωσιν οἱ τὴν Αἴγυπτον κατοικοῦντες Ἰουδαῖοι εἰς αὐτὸ συνιόντες κατὰ τὴν πρὸς ἀλλήλους ὁμόνοιαν ταῖς σαῖς ἐξυπηρετεῖν χρείαις·
καὶ γὰρ Ἡσαΐας ὁ προφήτης τοῦτο προεῖπεν· ἔσται θυσιαστήριον ἐν Αἰγύπτῳ κυρίῳ τῷ θεῷ· καὶ πολλὰ δὲ προεφήτευσεν ἄλλα τοιαῦτα διὰ τὸν τόπον.
Καὶ ταῦτα μὲν ὁ Ὀνίας τῷ βασιλεῖ Πτολεμαίῳ γράφει. κατανοήσειε δʼ ἄν τις αὐτοῦ τὴν εὐσέβειαν καὶ Κλεοπάτρας τῆς ἀδελφῆς αὐτοῦ καὶ γυναικὸς ἐξ ἧς ἀντέγραψαν ἐπιστολῆς· τὴν γὰρ ἁμαρτίαν καὶ τὴν τοῦ νόμου παράβασιν εἰς τὴν Ὀνίου κεφαλὴν ἀνέθεσαν·
ἀντέγραψαν γὰρ οὕτως· βασιλεὺς Πτολεμαῖος καὶ βασίλισσα Κλεοπάτρα Ὀνίᾳ χαίρειν. ἀνέγνωμέν σου τὴν ἐπιστολὴν ἀξιοῦντος ἐπιτραπῆναί σοι τὸ ἐν Λεόντων πόλει τοῦ Ἡλιοπολίτου ἱερὸν συμπεπτωκὸς ἀνακαθᾶραι, προσαγορευόμενον δὲ τῆς ἀγρίας Βουβάστεως. διὸ καὶ θαυμάζομεν, εἰ ἔσται τῷ θεῷ κεχαρισμένον τὸ καθιδρυσόμενον ἱερὸν ἐν ἀσελγεῖ τόπῳ καὶ πλήρει ζῴων ἱερῶν.
ἐπεὶ δὲ σὺ φῂς Ἡσαΐαν τὸν προφήτην ἐκ πολλοῦ χρόνου τοῦτο προειρηκέναι, συγχωροῦμέν σοι, εἰ μέλλει τοῦτʼ ἔσεσθαι κατὰ τὸν νόμον· ὥστε μηδὲν ἡμᾶς δοκεῖν εἰς τὸν θεὸν ἐξημαρτηκέναι.
Λαβὼν οὖν τὸν τόπον ὁ Ὀνίας κατεσκεύασεν ἱερὸν καὶ βωμὸν τῷ θεῷ ὅμοιον τῷ ἐν Ἱεροσολύμοις, μικρότερον δὲ καὶ πενιχρότερον. τὰ δὲ μέτρα αὐτοῦ καὶ τὰ σκεύη νῦν οὐκ ἔδοξέ μοι δηλοῦν· ἐν γὰρ τῇ ἑβδόμῃ μου βίβλῳ τῶν Ἰουδαϊκῶν ἀναγέγραπται.
εὗρεν δὲ Ὀνίας καὶ Ἰουδαίους τινὰς ὁμοίους αὐτῷ ἱερεῖς καὶ Λευίτας τοὺς ἐκεῖ θρησκεύσοντας. ἀλλὰ περὶ μὲν τοῦ ἱεροῦ τούτου ἀρκούντως ἡμῖν δεδήλωται.
Τοὺς δʼ ἐν Ἀλεξανδρείᾳ Ἰουδαίους καὶ Σαμαρεῖς, οἳ τὸ ἐν Γαριζεὶν προσεκύνουν ἱερόν, κατὰ τοὺς Ἀλεξάνδρου χρόνους συνέβη στασιάσαι πρὸς ἀλλήλους, καὶ περὶ τῶν ἱερῶν ἐπʼ αὐτοῦ Πτολεμαίου διεκρίνοντο, τῶν μὲν Ἰουδαίων λεγόντων κατὰ τοὺς Μωυσέος νόμους ᾠκοδομῆσθαι τὸ ἐν Ἱεροσολύμοις, τῶν δὲ Σαμαρέων τὸ ἐν Γαριζείν.
παρεκάλεσάν τε σὺν τοῖς φίλοις καθίσαντα τὸν βασιλέα τοὺς περὶ τούτων ἀκοῦσαι λόγους καὶ τοὺς ἡττηθέντας θανάτῳ ζημιῶσαι. τὸν μὲν οὖν ὑπὲρ τῶν Σαμαρέων λόγον Σαββαῖος ἐποιήσατο καὶ Θεοδόσιος, τοὺς δʼ ὑπὲρ τῶν Ἱεροσολυμιτῶν καὶ Ἰουδαίων Ἀνδρόνικος ὁ Μεσαλάμου.
ὤμοσαν δὲ τὸν θεὸν καὶ τὸν βασιλέα ἦ μὴν ποιήσεσθαι τὰς ἀποδείξεις κατὰ τὸν νόμον, παρεκάλεσάν τε τὸν Πτολεμαῖον, ὅπως ὃν ἂν λάβῃ παραβαίνοντα τοὺς ὅρκους ἀποκτείνῃ. ὁ μὲν οὖν βασιλεὺς πολλοὺς τῶν φίλων εἰς συμβουλίαν παραλαβὼν ἐκάθισεν ἀκουσόμενος τῶν λεγόντων.
οἱ δʼ ἐν τῇ Ἀλεξανδρείᾳ τυγχάνοντες Ἰουδαῖοι σφόδρα ἠγωνίων περὶ τῶν ἀνδρῶν, οἷς ἀγανακτεῖν περὶ τοῦ ἐν τοῖς Ἱεροσολύμοις συνέβαινεν ἱεροῦ· χαλεπῶς γὰρ ἔφερον, εἰ τοῦτό τινες καταλύσουσιν οὕτως ἀρχαῖον καὶ διασημότατον τῶν κατὰ τὴν οἰκουμένην ὑπάρχον.
τοῦ δὲ Σαββαίου καὶ Θεοδοσίου συγχωρησάντων τῷ Ἀνδρονίκῳ πρώτῳ ποιήσασθαι τοὺς λόγους, ἤρξατο τῶν ἀποδείξεων ἐκ τοῦ νόμου καὶ τῶν διαδοχῶν τῶν ἀρχιερέων, ὡς ἕκαστος παρὰ πατρὸς τὴν τιμὴν ἐκδεξάμενος ἦρξε τοῦ ναοῦ, καὶ ὅτι πάντες οἱ τῆς Ἀσίας βασιλεῖς τὸ ἱερὸν ἐτίμησαν ἀναθήμασιν καὶ λαμπροτάταις δωρεαῖς, τοῦ δʼ ἐν Γαριζεὶν ὡς οὐδὲ ὄντος οὐδεὶς λόγον οὐδʼ ἐπιστροφὴν ἐποιήσατο.
ταῦτα λέγων Ἀνδρόνικος καὶ πολλὰ τούτοις ὅμοια πείθει τὸν βασιλέα κρῖναι μὲν κατὰ τοὺς Μωυσέος νόμους οἰκοδομηθῆναι τὸ ἐν Ἱεροσολύμοις ἱερόν, ἀποκτεῖναι δὲ τοὺς περὶ τὸν Σαββαῖον καὶ Θεοδόσιον. καὶ τὰ μὲν γενόμενα τοῖς ἐν Ἀλεξανδρείᾳ Ἰουδαίοις κατὰ Πτολεμαῖον τὸν Φιλομήτορα ταῦτα ἦν.
Δημητρίου δʼ ἀποθανόντος ἐν τῇ μάχῃ, καθὼς ἐπάνω δεδηλώκαμεν, Ἀλέξανδρος τὴν τῆς Συρίας παραλαβὼν βασιλείαν γράφει τῷ Φιλομήτορι Πτολεμαίῳ μνηστευόμενος αὐτοῦ πρὸς γάμον τὴν θυγατέρα, δίκαιον εἶναι λέγων τῷ τὴν πατρῴαν ἀρχὴν κομισαμένῳ καὶ διὰ τὴν τοῦ θεοῦ πρόνοιαν εἰς αὐτὴν προαχθέντι καὶ κρατήσαντι Δημητρίου καὶ μηδὲ τἆλλα ἐσομένῳ τῆς πρὸς αὐτὸν οἰκειότητος ἀναξίῳ συνάψαι συγγένειαν.
Πτολεμαῖος δὲ προσδεξάμενος ἡδέως τὴν μνηστείαν ἀντιγράφει χαίρειν τε λέγων ἐπὶ τῷ τὴν ἀρχὴν αὐτῷ πατρῴαν οὖσαν ἀπειληφέναι, καὶ τὴν θυγατέρα δώσειν ὑπισχνεῖται, ἀπαντᾶν δʼ αὐτὸν εἰς Πτολεμαΐδα τὴν θυγατέρα μέλλοντι ἄγειν ἐκέλευσεν· αὐτὸς γὰρ αὐτὴν μέχρι ταύτης παραπέμψειν ἀπʼ Αἰγύπτου κἀκεῖ συνοικίσειν αὐτῷ τὴν παῖδα.
καὶ Πτολεμαῖος μὲν ταῦτα γράψας παραγίνεται μετὰ σπουδῆς εἰς Πτολεμαΐδα καὶ Κλεοπάτραν ἄγων τὴν θυγατέρα. εὑρὼν δʼ ἐκεῖ τὸν Ἀλέξανδρον καθὼς ἐπέστειλεν προαπηντηκότα δίδωσιν αὐτῷ τὴν παῖδα καὶ φερνὴν ἄργυρόν τε καὶ χρυσὸν ὅσον εἰκὸς ἦν δοῦναι βασιλέα.
Τῶν δὲ γάμων ἐπιτελουμένων Ἀλέξανδρος Ἰωνάθῃ τῷ ἀρχιερεῖ γράψας ἐκέλευσεν αὐτὸν ἥκειν εἰς Πτολεμαΐδα. παραγενόμενος δὲ πρὸς τοὺς βασιλέας καὶ δωρησάμενος αὐτοὺς λαμπρᾶς τῆς παρʼ ἀμφοτέρων ἀπέλαυσε τιμῆς.
Ἀλέξανδρος δʼ αὐτὸν ἠνάγκασεν καὶ ἀποδυσάμενον τὴν οἰκείαν ἐσθῆτα λαβεῖν πορφύραν, καὶ συγκαθεσθῆναι ποιήσας αὐτὸν ἐπὶ τοῦ βήματος προσέταξεν τοὺς ἡγεμόνας εἰς μέσην μετʼ αὐτοῦ προελθόντας τὴν πόλιν κηρῦξαι, μηδενὶ κατʼ αὐτοῦ λέγειν ἐφεῖσθαι μηδὲ παρέχειν αὐτῷ πράγματα.
τοῦτο δὲ ποιησάντων τῶν ἡγεμόνων ὁρῶντες τὴν παρὰ τοῦ βασιλέως κεκηρυγμένην Ἰωνάθῃ τιμὴν οἱ κατηγορεῖν παρεσκευασμένοι καὶ πρὸς αὐτὸν ἀπεχθῶς ἔχοντες ἀπέδρασαν, μὴ καὶ προσλάβωσίν τι κακὸν δεδιότες. τοσαύτῃ δὲ σπουδῇ περὶ τὸν Ἰωνάθην ὁ βασιλεὺς Ἀλέξανδρος ἐχρῆτο, ὥστʼ αὐτὸν καὶ πρῶτον ἀναγράψαι τῶν φίλων.
Ἔτει δὲ πέμπτῳ καὶ ἑξηκοστῷ πρὸς τοῖς ἑκατὸν Δημήτριος ὁ Δημητρίου μετὰ πολλῶν μισθοφόρων, οὓς παρέσχεν αὐτῷ Λασθένης ὁ Κρής, ἄρας ἀπὸ τῆς Κρήτης κατέπλευσεν εἰς Κιλικίαν.
τοῦτο δὲ Ἀλέξανδρον ἀκούσαντα εἰς ἀγωνίαν καὶ ταραχὴν ἐνέβαλεν καὶ παραχρῆμα ἐκ τῆς Φοινίκης εἰς Ἀντιόχειαν ἔσπευσεν, ἵνα τὰ ἐκεῖ πρὶν ἢ Δημήτριον ἐλθεῖν ἀσφαλῶς θῆται.
κατέλιπεν δὲ τῆς κοίλης Συρίας Ἀπολλώνιον τὸν Τάον ἡγεμόνα, ὃς μετὰ πολλῆς δυνάμεως εἰς Ἰάμνειαν ἐλθὼν ἔπεμψε πρὸς Ἰωνάθην τὸν ἀρχιερέα, λέγων ἄδικον εἶναι μόνον αὐτὸν ἐπʼ ἀδείας ζῆν καὶ μετὰ ἐξουσίας οὐχ ὑποτασσόμενον τῷ βασιλεῖ· τοῦτο δʼ αὐτῷ παρὰ πάντων ὄνειδος φέρειν, ὅτι μὴ ὑποτάξειεν αὐτὸν τῷ βασιλεῖ.
μὴ τοίνυν σαυτὸν ἐν τοῖς ὄρεσιν καθήμενος ἐξαπάτα νομίζων ἰσχὺν ἔχειν, ἀλλʼ εἰ θαρρεῖς τῇ σαυτοῦ δυνάμει καταβὰς εἰς τὸ πεδίον τῇ ἡμετέρᾳ στρατιᾷ συγκρίθητι, καὶ τὸ τέλος τῆς νίκης ἐπιδείξει τὸν ἀνδρειότατον.
ἴσθι μέντοι γε τοὺς ἀρίστους ἐξ ἑκάστης πόλεως ἐμοὶ συστρατεύεσθαι· καὶ γὰρ δὴ τοὺς σοὺς προγόνους οἱ ἀεὶ νικῶντές εἰσιν οὗτοι. ποιήσῃ δὲ τὸν πρὸς ἡμᾶς ἀγῶνα ἐν τοιαύτῃ γῇ, ἐν ᾗ λίθοις οὐκ ἔστιν ἀλλʼ ὅπλοις ἀμύνασθαι οὐδὲ τόπος εἰς ὃν ἡττώμενος φεύξῃ.
Παροξυνθεὶς δʼ ἐπὶ τούτοις ὁ Ἰωνάθης μυρίους ἐπιλεξάμενος στρατιώτας ὥρμησεν ἐξ Ἱεροσολύμων μετὰ καὶ Σίμωνος τἀδελφοῦ, καὶ γενόμενος ἐν Ἰόππῃ στρατοπεδεύεται τῆς πόλεως ἔξω τῶν Ἰοππηνῶν ἀποκλεισάντων αὐτῷ τὰς πύλας· φρουρὰν γὰρ ἔνδον εἶχον ὑπὸ Ἀπολλωνίου κατασταθεῖσαν.
τοῦ δὲ Ἰωνάθου πρὸς πολιορκίαν αὐτῶν παρασκευαζομένου, φοβηθέντες μὴ τὴν πόλιν αὐτῶν ἐξέλῃ κατὰ κράτος ἀνοίγουσιν αὐτῷ τὰς πύλας. ὁ δὲ Ἀπολλώνιος ἀκούσας τὴν Ἰόππην κατειλημμένην ὑπὸ τοῦ Ἰωνάθου τρισχιλίους ἱππεῖς παραλαβὼν καὶ πεζοὺς ὀκτακισχιλίους εἰς Ἄζωτον ἦλθεν κἀκεῖθεν ἄρας ἠρέμα καὶ βάδην ἐποιεῖτο τὴν πορείαν, ἐλθὼν δʼ εἰς τὴν Ἰόππην ἀναχωρῶν ἕλκει τὸν Ἰωνάθην εἰς τὸ πεδίον τῇ ἵππῳ καταφρονῶν καὶ τὰς τῆς νίκης ἐλπίδας ἔχων ἐν αὐτῇ.
προελθὼν δʼ Ἰωνάθης ἐδίωκεν εἰς Ἄζωτον τὸν Ἀπολλώνιον. ὁ δʼ, ὡς ἐν τῷ πεδίῳ συνέβη γενέσθαι τὸν πολέμιον, ὑποστρέψας εἰς μάχην αὐτῷ συνέβαλεν.
τοῦ δʼ Ἀπολλωνίου χιλίους ἱππεῖς καθίσαντος εἰς ἐνέδραν ἔν τινι χειμάρρῳ, ὡς ἂν κατόπιν ἐπιφανεῖεν τοῖς πολεμίοις, αἰσθόμενος ὁ Ἰωνάθης οὐ κατεπλάγη· τάξας δὲ τὴν στρατιὰν ἐν πλινθίῳ κατʼ ἀμφότερα τοὺς πολεμίους ἀμύνασθαι παρεσκευάσατο, καὶ κατὰ πρόσωπον καὶ τοῖς ὄπισθεν ἐπελευσομένοις αὑτὸν ἀντιτάξας.