Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 13

102 Ἀλέξανδρος δʼ ἀκούσας ἡττημένον τὸν αὐτοῦ στρατηγὸν Ἀπολλώνιον προσεποιεῖτο χαίρειν, ὅτι παρὰ τὴν αὐτοῦ γνώμην Ἰωνάθῃ συνέβαλεν φίλῳ ὄντι καὶ συμμάχῳ, καὶ πέμπει πρὸς Ἰωνάθην μαρτυρῶν αὐτῷ καὶ γέρα καὶ τιμὰς διδοὺς πόρπην χρυσέαν, ὡς ἔστιν ἔθος δίδοσθαι τοῖς τῶν βασιλέων συγγενέσιν, καὶ τὴν Ἀκκάρωνα καὶ τὴν τοπαρχίαν αὐτῆς εἰς κληρουχίαν ἐπιτρέπει.
103 Ὑπὸ δὲ τοῦτον τὸν καιρὸν καὶ βασιλεὺς Πτολεμαῖος ὁ Φιλομήτωρ ἐπικληθεὶς ναυτικὴν ἄγων δύναμιν καὶ πεζὴν εἰς Συρίαν ἧκεν συμμαχήσων Ἀλεξάνδρῳ· γαμβρὸς γὰρ ἦν αὐτοῦ.
104 καὶ πᾶσαι προθύμως αὐτὸν αἱ πόλεις Ἀλεξάνδρου κελεύσαντος ἐκδεχόμεναι παρέπεμπον ἕως Ἀζώτου πόλεως, ἔνθα πάντες κατεβόων αὐτοῦ περὶ τοῦ ἐμπεπρησμένου ἱεροῦ αὐτῶν Δαγῶνος κατηγοροῦντες Ἰωνάθου τοῦτο ἀφανίσαντος καὶ τὴν χώραν πυρπολήσαντος καὶ πολλοὺς αὐτῶν ἀποκτείναντος.
105 καὶ Πτολεμαῖος μὲν ταῦτʼ ἀκούσας ἡσύχασεν, Ἰωνάθης δὲ εἰς Ἰόππην ἀπαντήσας Πτολεμαίῳ ξενίων τε λαμπρῶν παρʼ αὐτοῦ τυγχάνει καὶ τιμῆς ἁπάσης, ἔπειτα προπέμψας αὐτὸν ἕως τοῦ Ἐλευθέρου καλουμένου ποταμοῦ πάλιν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.
106 Γενόμενος δʼ ἐν Πτολεμαΐδι παρὰ πᾶσαν προσδοκίαν μικροῦ διεφθάρη Πτολεμαῖος ἐπιβουλευθεὶς ὑπὸ Ἀλεξάνδρου διʼ Ἀμμωνίου, ὃς ἐτύγχανεν αὐτῷ φίλος ὤν.
107 φανερᾶς δὲ τῆς ἐπιβουλῆς γενομένης Πτολεμαῖος γράφει τῷ Ἀλεξάνδρῳ πρὸς κόλασιν ἐξαιτῶν τὸν Ἀμμώνιον, ἐπιβουλευθῆναι λέγων ὑπʼ αὐτοῦ καὶ δίκην διὰ τοῦτʼ αὐτὸν ὑποσχεῖν ἀξιῶν. οὐκ ἐκδιδόντος δὲ τοῦ Ἀλεξάνδρου συνεὶς αὐτὸν ἐκεῖνον εἶναι τὸν ἐπιβουλεύσαντα χαλεπῶς διετέθη πρὸς αὐτόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme