Book 13
arg
ὅτι ὑπὸ τοῦ γαμβροῦ Πτολεμαίου ἐν συμποσίῳ δολοφονηθεὶς ἀπέθανεν, καὶ Πτολεμαῖος δήσας αὐτοῦ τὴν γυναῖκα καὶ τὰ τέκνα τὴν ἀρχὴν αὐτὸς ἐπεχείρησεν κατασχεῖν.
arg
ὡς ὁ νεώτατος τῶν Σίμωνος υἱῶν Ὑρκανὸς φθάσας αὐτὸν καὶ τὴν ἡγεμονίαν παραλαβὼν ἐπολιόρκησεν τὸν Πτολεμαῖον εἴς τι φρούριον ἐγκλείσας Δαγὼν καλούμενον.
arg
ὡς στρατευσάμενος ἐπὶ Ὑρκανὸν Ἀντίοχος ὁ καλούμενος Εὐσεβὴς καὶ προσκαθίσας τῇ τῶν Ἱεροσολυμιτῶν πόλει διέλυσε τὴν πολιορκίαν λαβὼν παρὰ Ὑρκανοῦ τάλαντα τριακόσια καὶ συμμαχίαν πρὸς αὐτὸν καὶ φιλίαν συνθέμενος.
arg
Ὑρκανοῦ στρατεία μετὰ τὴν Ἀντιόχου τελευτὴν ἐν Μήδοις ἀποθανόντος ἐπὶ Συρίαν καὶ ὡς πολλὰς πόλεις κατὰ κράτος εἷλεν.
arg
φιλία πρὸς Ὑρκανὸν Ἀλεξάνδρου τοῦ Ζαβίνα κληθέντος.
arg
ὡς ἡττηθεὶς ὑφ' Ὑρκανοῦ Ἀντίοχος ὁ Κυζικηνὸς ἐξέπεσεν τῆς Ἰουδαίας.
arg
ὡς παραλαβὼν Ἀριστόβουλος τὴν ἀρχὴν διάδημα περιέθετο πρῶτος.
arg
ὡς τελευτήσαντος Ἀριστοβούλου ὁ ἀδελφὸς αὐτοῦ τὴν ἀρχὴν παραλαβὼν Ἀλέξανδρος ἐστράτευσεν ἐπὶ Συρίαν καὶ Φοινίκην καὶ Ἀραβίαν καὶ πολλὰ τῶν ἐθνῶν ἐχειρώσατο.
arg
Πτολεμαίου τοῦ Λαθούρου πρὸς αὐτὸν μάχη καὶ νίκη.
arg
ὡς στρατευσάμενος Δημήτριος ὁ Εὔκαιρος λεγόμενος ἐπὶ Ἀλέξανδρον ἐκράτησεν αὐτοῦ.
arg
Ἀντιόχου τοῦ καὶ Διονύσου λεγομένου στρατεία ἐπὶ Ἰουδαίαν καὶ ὡς ἐκράτησεν τῇ μάχῃ.
arg
ὡς μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἡ γυνὴ αὐτοῦ Ἀλεξάνδρα τὴν βασιλείαν ἔτεσιν ἐννέα κατασχοῦσα καὶ βιώσασα μετὰ εἰρήνης καὶ δόξης ἀπέθανεν.
arg
περιέχει ἡ βίβλος χρόνον ἐτῶν ὀγδοήκοντα καὶ δύο.