Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 13

61 τὸ γὰρ συμβεβηκὸς περὶ αὐτὸν ἰδόντες οἱ πολέμιοι ἀνέστρεψαν καὶ κυκλωσάμενοι τὸν Δημήτριον πάντες ἐπʼ αὐτὸν ἠκόντιζον. ὁ δὲ πεζὸς ὢν γενναίως ἀπεμάχετο, καὶ τελευταῖον τραύματα λαβὼν πολλὰ καὶ μηκέτʼ ἀντέχειν δυνάμενος κατέπεσεν. καὶ τέλος μὲν τοιοῦτον τὸν Δημήτριον κατέλαβεν ἔτη βασιλεύσαντα ἕνδεκα, ὡς καὶ ἐν ἄλλοις δεδηλώκαμεν.
62 Ὁ δὲ Ὀνίου τοῦ ἀρχιερέως υἱὸς ὁμώνυμος δὲ ὢν τῷ πατρί, ὃς ἐν Ἀλεξανδρείᾳ φυγὼν πρὸς τὸν βασιλέα Πτολεμαῖον τὸν ἐπικαλούμενον Φιλομήτορα διῆγεν, ὡς καὶ πρότερον εἰρήκαμεν, ἰδὼν τὴν Ἰουδαίαν κακουμένην ὑπὸ τῶν Μακεδόνων καὶ τῶν βασιλέων αὐτῶν,
63 βουλόμενος αὑτῷ δόξαν καὶ μνήμην αἰώνιον κατασκευάσαι, διέγνω πέμψας πρὸς Πτολεμαῖον τὸν βασιλέα καὶ τὴν βασίλισσαν Κλεοπάτραν αἰτήσασθαι παρʼ αὐτῶν ἐξουσίαν, ὅπως οἰκοδομήσειεν ναὸν ἐν Αἰγύπτῳ παραπλήσιον τῷ ἐν Ἱεροσολύμοις καὶ Λευίτας καὶ ἱερεῖς ἐκ τοῦ ἰδίου γένους καταστήσῃ.
64 τοῦτο δʼ ἐβούλετο θαρρῶν μάλιστα τῷ προφήτῃ Ἡσαΐᾳ, ὃς ἔμπροσθεν ἔτεσιν ἑξακοσίοις πλέον γεγονὼς προεῖπεν, ὡς δεῖ πάντως ἐν Αἰγύπτῳ οἰκοδομηθῆναι ναὸν τῷ μεγίστῳ θεῷ ὑπʼ ἀνδρὸς Ἰουδαίου. διὰ ταῦτα οὖν ἐπηρμένος Ὀνίας γράφει Πτολεμαίῳ καὶ Κλεοπάτρᾳ τοιαύτην ἐπιστολήν·
65 πολλὰς καὶ μεγάλας ὑμῖν χρείας τετελεκὼς ἐν τοῖς κατὰ πόλεμον ἔργοις μετὰ τῆς τοῦ θεοῦ βοηθείας, καὶ γενόμενος ἔν τε τῇ κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ, καὶ εἰς Λεόντων δὲ πόλιν τοῦ Ἡλιοπολίτου σὺν τοῖς Ἰουδαίοις καὶ εἰς ἄλλους τόπους ἀφικόμενος τοῦ ἔθνους,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme