Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 13

51 καὶ τὴν Ἱεροσολυμιτῶν πόλιν ἱερὰν καὶ ἄσυλον εἶναι βούλομαι καὶ ἐλευθέραν ἕως τῶν ὅρων αὐτῆς ἀπὸ τῆς δεκάτης καὶ τῶν τελῶν. τὴν δὲ ἄκραν ἐπιτρέπω τῷ ἀρχιερεῖ ὑμῶν Ἰωνάθῃ, οὓς δʼ ἂν αὐτὸς δοκιμάσῃ πιστοὺς καὶ φίλους τούτους ἐν αὐτῇ φρουροὺς καταστῆσαι, ἵνα φυλάσσωσιν ἡμῖν αὐτήν.
52 καὶ Ἰουδαίων δὲ τοὺς αἰχμαλωτισθέντας καὶ δουλεύοντας ἐν τῇ ἡμετέρᾳ ἀφίημι ἐλευθέρους. κελεύω δὲ μηδὲ ἀγγαρεύεσθαι τὰ Ἰουδαίων ὑποζύγια· τὰ δὲ σάββατα καὶ ἑορτὴν ἅπασαν καὶ τρεῖς καὶ πρὸ τῆς ἑορτῆς ἡμέρας ἔστωσαν ἀτελεῖς.
53 τὸν αὐτὸν τρόπον καὶ τοὺς ἐν τῇ ἐμῇ κατοικοῦντας Ἰουδαίους ἐλευθέρους καὶ ἀνεπηρεάστους ἀφίημι, καὶ τοῖς στρατεύεσθαι μετʼ ἐμοῦ βουλομένοις ἐπιτρέπω καὶ μέχρις τρισμυρίων ἐξέστω τοῦτο· τῶν δʼ αὐτῶν, ὅποι ἂν ἀπίωσι, τεύξονται ὧν καὶ τὸ ἐμὸν στράτευμα μεταλαμβάνει. καταστήσω δʼ αὐτῶν οὓς μὲν εἰς τὰ φρούρια, τινὰς δὲ περὶ τὴν φυλακὴν τοὐμοῦ σώματος, καὶ ἡγεμόνας δὲ ποιήσω τῶν περὶ τὴν ἐμὴν αὐλήν.
54 ἐπιτρέπω δὲ καὶ τοῖς πατρῴοις χρῆσθαι νόμοις καὶ τούτους φυλάττειν, καὶ τοῖς τρισὶν τοῖς προσκειμένοις τῇ Ἰουδαίᾳ νομοῖς ὑποτάσσεσθαι βούλομαι, καὶ τῷ ἀρχιερεῖ δὲ ἐπιμελὲς εἶναι, ἵνα μηδὲ εἷς Ἰουδαῖος ἄλλο ἔχῃ ἱερὸν προσκυνεῖν ἢ μόνον τὸ ἐν Ἱεροσολύμοις.
55 δίδωμι δʼ ἐκ τῶν ἐμῶν καὶ εἰς τὴν δαπάνην τῶν θυσιῶν κατʼ ἔτος μυριάδας πεντεκαίδεκα, τὰ δὲ περισσεύοντα τῶν χρημάτων ὑμέτερα εἶναι βούλομαι· τὰς δὲ μυρίας δραχμάς, ἃς ἐλάμβανον ἐκ τοῦ ἱεροῦ οἱ βασιλεῖς, ὑμῖν ἀφίημι διὰ τὸ προσήκειν αὐτὰς τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν τῷ ἱερῷ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme