Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 12

389 Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν φυγὼν Δημήτριος ἀπὸ Ῥώμης ὁ Σελεύκου υἱὸς καὶ καταλαβόμενος τῆς Συρίας Τρίπολιν περιτίθησιν μὲν ἑαυτῷ διάδημα, συναγαγὼν δέ τινας περὶ αὐτὸν μισθοφόρους εἰς τὴν βασιλείαν εἰσῆλθεν, πάντων αὐτὸν ἡδέως προσδεχομένων καὶ παραδιδόντων αὑτούς.
390 συλλαβόντες δὲ καὶ Ἀντίοχον τὸν βασιλέα καὶ Λυσίαν ζῶντας ἀνάγουσιν αὐτῷ. καὶ οὗτοι μὲν κελεύσαντος Δημητρίου παραχρῆμα διεφθάρησαν βασιλεύσαντος Ἀντιόχου ἔτη δύο, καθὼς ἤδη που καὶ ἐν ἄλλῳ δεδήλωται.
391 συστραφέντες δὲ πρὸς αὐτὸν πολλοὶ τῶν Ἰουδαίων πονηροὶ καὶ φυγάδες καὶ μετʼ αὐτῶν Ἄλκιμος ὁ ἀρχιερεύς, κατηγόρουν τοῦ ἔθνους παντὸς καὶ Ἰούδα καὶ τῶν ἀδελφῶν αὐτοῦ,
392 λέγοντες ὡς τοὺς φίλους αὐτοῦ πάντας ἀπεκτόνασιν καὶ ὅσοι τὰ ἐκείνου φρονοῦντες καὶ περιμένοντες αὐτὸν ὑπῆρχον ἐν τῇ βασιλείᾳ τούτους ἀπολωλέκασιν αὐτούς τε τῆς οἰκείας γῆς ἐκβαλόντες ἀλλοτρίας ἐπήλυδας πεποιήκασιν, ἠξίουν τε πέμψαντα τῶν ἰδίων τινὰ φίλων γνῶναι διʼ αὐτοῦ τὰ ὑπὸ τῶν περὶ Ἰούδαν τετολμημένα.
393 Ὁ δὲ Δημήτριος παροξυνθεὶς ἐκπέμπει Βακχίδην φίλον Ἀντιόχου τοῦ Ἐπιφανοῦς βασιλέως, ἄνδρα χρηστὸν καὶ τὴν Μεσοποταμίαν ἅπασαν πεπιστευμένον, δοὺς αὐτῷ δύναμιν καὶ τὸν ἀρχιερέα παραθέμενος αὐτῷ Ἄλκιμον ἐντειλάμενος ἀποκτεῖναι Ἰούδαν καὶ τοὺς σὺν αὐτῷ.
394 ἐξορμήσας δὲ ἀπὸ τῆς Ἀντιοχείας ὁ Βακχίδης μετὰ τῆς δυνάμεως καὶ παραγενόμενος εἰς τὴν Ἰουδαίαν ἔπεμψε πρὸς τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ περὶ φιλίας καὶ εἰρήνης διαλεγόμενος· δόλῳ γὰρ αὐτὸν ἐβούλετο λαβεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme