Book 12
383
εἰσελθὼν δὲ Ἀντίοχος εἰς αὐτὸ καὶ θεασάμενος ὀχυρὸν οὕτως τὸ χωρίον παρέβη τοὺς ὅρκους καὶ κελεύει τὴν δύναμιν παραστᾶσαν καθελεῖν τὸ τεῖχος εἰς ἔδαφος. καὶ ταῦτα ποιήσας ἀνέστρεψεν εἰς Ἀντιόχειαν ἐπαγόμενος Ὀνίαν τὸν ἀρχιερέα, ὃς καὶ Μενέλαος ἐκαλεῖτο.
384
Λυσίας γὰρ συνεβούλευσεν τῷ βασιλεῖ τὸν Μενέλαον ἀνελεῖν, εἰ βούλεται τοὺς Ἰουδαίους ἠρεμεῖν καὶ μηδὲν ἐνοχλεῖν αὐτῷ· τοῦτον γὰρ ἄρξαι τῶν κακῶν πείσαντʼ αὐτοῦ τὸν πατέρα τοὺς Ἰουδαίους ἀναγκάσαι τὴν πάτριον θρησκείαν καταλιπεῖν.
385
πέμψας οὖν τὸν Μενέλαον ὁ βασιλεὺς εἰς Βέροιαν τῆς Συρίας διέφθειρεν ἀρχιερατεύσαντα μὲν ἔτη δέκα, πονηρὸν δὲ γενόμενον καὶ ἀσεβῆ καὶ ἵνα αὐτὸς ἄρχῃ τὸ ἔθνος ἀναγκάσαντα τοὺς ἰδίους παραβῆναι νόμους. ἀρχιερεὺς δὲ ἐγένετο μετὰ τὸν Μενελάου θάνατον Ἄλκιμος ὁ καὶ Ἰάκιμος κληθείς.
386
ὁ δὲ βασιλεὺς Ἀντίοχος ὁρῶν ἤδη τὸν Φίλιππον κρατοῦντα τῶν πραγμάτων ἐπολέμει πρὸς αὐτὸν καὶ λαβὼν αὐτὸν ὑποχείριον ἀπέκτεινεν.
387
ὁ δὲ τοῦ ἀρχιερέως υἱὸς Ὀνίας, ὃν προείπομεν ἔτι παῖδα τελευτήσαντος ἀφίεσθαι τοῦ πατρός, ἰδὼν ὅτι τὸν θεῖον αὐτοῦ Μενέλαον ὁ βασιλεὺς ἀνελὼν τὴν ἀρχιερωσύνην Ἀλκίμῳ δέδωκεν οὐκ ὄντι τῆς τῶν ἀρχιερέων γενεᾶς, ἀλλʼ ὑπὸ Λυσίου πεισθεὶς μεταθεῖναι τὴν τιμὴν ἀπὸ ταύτης τῆς οἰκίας εἰς ἕτερον οἶκον, φεύγει πρὸς Πτολεμαῖον τὸν Αἰγύπτου βασιλέα.
388
καὶ τιμῆς ἀξιωθεὶς ὑπό τε αὐτοῦ καὶ τῆς γυναικὸς Κλεοπάτρας λαμβάνει τόπον ἀξιώσας ἐν τῷ νομῷ τῷ Ἡλιοπολίτῃ, ἐν ᾧ καὶ ὅμοιον τῷ ἐν Ἱεροσολύμοις ᾠκοδόμησεν ἱερόν. περὶ τούτου μὲν οὖν εὐκαιρότερον ἡμῖν ἔσται διελθεῖν.